Thursday, March 29, 2018

Μῦθοι Αἰσώπειοι· τη', τθ', τι'

Πλέοντες

Ships in Distress in a Raging Storm c1690 Ludolf Backhuysen

Χειμῶνος γενομένου, οἱ ἐπὶ τῇ νηῒ φοβούμενοι προσηύχοντο τοῖς θεοῖς μὴ ναυαγίαν πάθοιεν. Ἐπεῖτα δέ, τῆς γαλήνης ἐπανελθούσης, μάλα ἔχαιρον. Ὁ οὖν κυβερνήτης διδάσκων εἶπεν αὐτοῖς ὅτι δέοι ποτὲ χειμῶνα αὖ γένεσθαι.

Ἀνάγνωσις τοῦ τη' μύθου

Πλούσιος καὶ βυρσοδέψης

Lohgerber 1880

Πλούσιός τις ἐγένετο γείτων βυρσοδέψου, τοῦ τὰ δέρμα παρασκευάζοντος. Καὶ τὴν κακὴν ὀσμὴν μισῶν πολλάκις παρεκάλει τὸν ἐργάτην ποιῆσαί τι. Ὁ οὖν πολλὰ δὴ ὑπισχνούμενος, οὐκ ἐποίησεν οὐδέν. Ἕως ὁ πλούσιος ἐθίσας τὴν ὀσμὴν ἐπαύσατο σχετλιάζειν.

Ἀνάγνωσις τοῦ τθ' μύθου

Πλούσιος καὶ θρηνῳδοί


Τῆς ἑτέρας θυγατρὸς πλουσίου τινὸς ἀποθανούσης, ὁ πάτηρ  ἐμισθώσατο γυναῖκας ἵνα θρηνοῖεν αὐτήν. Τὸ μὲν τῆς ἑτέρας θυγάτριον ἐθαύμαζε τῶν κλαιουσῶν ὅτι μᾶλλον δοκοῖεν ἀλγῆσαι ἢ οἱ συγγενεῖς. Ἡ δὲ μήτηρ ὑπολαβοῦσα· ἕνεκα τούτου, ἔφη, τὸν μισθὸν ἐδέξαντο.

Ἀνάγνωσις τοῦ τι' μύθου


Πλέοντες
Ἐμϐάντες τινὲς εἰς σκάφος ἔπλεον. Γενομένων δὲ αὐτῶν πελαγίων, συνέϐη χειμῶνα ἐξαίσιον γενέσθαι καὶ τὴν ναῦν μικροῦ καταδύεσθαι. Τῶν δὲ πλεόντων ἕτερος περιρρηξάμενος τοὺς πατρῴους θεοὺς ἐπεκαλεῖτο μετ’ οἰμωγῆς καὶ στεναγμοῦ χαριστήρια ἀποδώσειν ἐπαγγελλόμενος, ἐὰν περισωθῶσι. Παυσαμένου δὲ τοῦ χειμῶνος καὶ πάλιν καινῆς γαλήνης γενομένης, εἰς εὐωχίαν τραπέντες ὠρχοῦντό τε καὶ ἐσκίρτων, ἅτε δὴ ἐξ ἀπροσδοκήτου διαπεφευγότες κινδύνου. Καὶ στερρὸς ὁ κυϐερνήτης ὑπάρχων ἔφη πρὸς αὐτούς· « Ἀλλ’, ὦ φίλοι, οὕτως ἡμᾶς γεγηθέναι δεῖ ὡς πάλιν, ἐὰν τύχῃ, χειμῶνος γενησομένου. »
Ὁ λόγος διδάσκει μὴ σφόδρα ταῖς εὐτυχίαις ἐπαίρεσθαι τῆς τύχης τὸ εὐμετάϐλητον ἐννοουμένους.
Πλούσιος καὶ βυρσοδέψης
Πλούσιος βυρσοδέψῃ παρῳκίσθη· μὴ δυνάμενος δὲ τὴν δυσωδίαν φέρειν διετέλει ἑκάστοτε αὐτῷ ἐπικείμενος, ἵνα μεταϐῇ. Ὁ δὲ ἀεὶ αὐτὸν διανεϐάλλετο λέγων μετ’ ὀλίγον χρόνον μεταϐήσεσθαι. Τούτου δὲ συνεχῶς γενομένου, συνέϐη, χρόνου διελθόντος, τὸν πλούσιον ἠθάδα τῆς ὀσμῆς γενόμενον μηκέτι αὐτῷ διενοχλεῖν.
Ὁ λόγος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ δυσχερῆ τῶν πραγμάτων καταπραΰνει.
Πλούσιος καὶ θρηνῳδοί
Πλούσιος δύο θυγατέρας ἔχων, τῆς ἑτέρας ἀποθανούσης, τὰς θρηνούσας ἐμισθώσατο. Τῆς δὲ ἑτέρας παιδὸς λεγούσης πρὸς τὴν μητέρα· « Ἄθλιαι ἡμεῖς, εἴγε αὐταί, ὧν ἐστι τὸ πάθος, θρηνεῖν οὐκ ἴσμεν, αἱ δὲ μηδὲν προσήκουσαι οὕτω σφόδρα κόπτονται καὶ κλαίουσιν, » ἐκείνη ὑποτοχοῦσα εἶπεν· « Ἀλλὰ μὴ θαύμαζε, τέκνον, εἰ οὕτως οἰκτρῶς αὗται θρηνοῦσιν· ἐπὶ γὰρ ἀργυρίῳ τοῦτο ποιοῦσιν. »
Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσι καὶ ἀλλοτρίας συμφορὰς ἐργολαϐεῖν.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.