Friday, March 2, 2018

Μῦθοι Αἰσώπειοι· σϙϛ', σϙζ', σϙη'

Παῖς κλέπτης καὶ μήτηρ


Κλεπτής τις ἐπὶ θάνατον ἤγετο, τῆς μητρὸς αὐτῷ ἀκολουθούσης. Ὁ δὲ μεμνημένος ὅτι πρῶτον μὲν παιδίον ὢν κλέψας  τὸν πίνακα συμμαθητοῦ τινος ἐνέγκοι τῇ μητρὶ ἐπαινούσῃ  αὐτόν, ἔπειτα δὲ κλέψας ἱμάτιον αὖθις  ὑπὸ τῆς μητρὸς ἐπαινεθείη, τέλος δὲ καὶ λῃστὴς γένοιτο, καλέσας τὴν μητέρα ὡς ἐρῶν τι πρὸς τὸ οὖς, ἔδακεν αὐτό. Ἡ μὲν κατεῖπεν αὐτοῦ τῆς ἀσεβείας. Ὁ δὲ ἀπεκρίνατο λέγων ὅτι δέοι αὐτὴν κολάσαι αὐτὸν τὸ πρῶτον κλέψαντα.

Ἀνάγνωσις τοῦ σϙϛ' μύθου

Παῖς λουόμενος


Παιδίον τι ἐν ποταμῷ οὐκέτι δυνάμενος νεῖν καὶ ἐν κινδύνῳ ὢν ἰδὼν ὁδοιπόρον ἐκάλεσεν εἰς βοηθείαν. Ὁ μὲν κατεῖπεν αὐτὸν τῆς ἀφροσύνης, τὸ δὲ παιδίον· ὦ οὖτος, ἔφη, πρῶτον σῶσόν με, ἔπειτα κατεῖπε.

Ἀνάγνωσις τοῦ σϙζ' μύθου

Παρακαταθήκην εἰληφὼς καὶ Ὅρκος

Death Dragging an Old Man to His Tomb MET DP817552

Ψευδὴς ἄνθρωπός τις δεδεγμένος ἀργύριον ἀπὸ ἄλλου οὐκ ἐβούλετο ἀποδοῦναι. Ἐκείνου δ' ἐκ τῆς πόλεως ἐξιόντος ἵνα μὴ ὀμόσῃ, ὁ Ὅρκος, ὁ τοῦ ὀμνύναι θεός, ἐφάνη ἐν μορφῇ χωλοῦ τινος ὡς τοὺς ἐπιόρκους  διώξοντος. Ὁ μὲν κάκουργος ἤρετο αὐτὸν ὅποτε ἐπανιείη εἰς τὴν πόλιν. Ὁ δὲ · μετὰ τεσσεράκοντα, ἔφη,  ἢ τριάκοντα ἔτη. Διόπερ ὁ πάνουργος θαρσεὶς ὤμοσεν οὐ λαβεῖν τὴν παρακαταθήκην. Τῇ δ' ὑστεραίᾳ ὁ Ὅρκος ἤγαγεν αὐτὸν ἐπὶ κρημνὸν ἵνα  καταπέμψαι αὐτόν. Ἀλλ' οὐ μετὰ τεσσεράκοντα ἢ τριάκοντα ἔτη, ἐφὴ ὁ ἐπίορκος  ἐπανέρχῃ. Ὁ δ' Ὅρκος ἀποκρινάμενος εἶπε καὶ καθ' ἡμέραν τοὺς ἑαυτοῦ καταφρονοῦντας ἐπισκοπεῖσθαι.

Ἀνάγνωσις τοῦ σϙη' μύθου


Παῖς κλέπτης καὶ μήτηρ
Παῖς ἐκ διδασκαλείου τὴν τοῦ συμφοιτητοῦ δέλτον ὑφελόμενος τῇ μητρὶ ἐκόμισε. Τῆς δὲ οὐ μόνον αὐτῷ μὴ ἐπιπληξάσης, ἀλλὰ μᾶλλον ἐπαινεσάσης αὐτὸν, ἐκ δευτέρου ἱμάτιον κλέψας ἤνεγκεν αὐτῇ. Ἔτι δὲ μᾶλλον ἐπαινεσάσης αὐτὸν ἐκείνης, προϊὼν τοῖς χρόνοις, ὡς νεανίας ἐγένετο, ἤδη καὶ τὰ μείζονα κλέπτειν ἐπεχείρει. Ληφθεὶς δέ ποτε ἐπ’ αὐτοφώρῳ καὶ περιαγκωνισθεὶς ἐπὶ τὸν δήμιον ἀπήγετο. Τῆς δὲ ἐπακολουθούσης αὐτῷ καὶ στερνοκοπουμένης, εἶπε βούλεσθαί τι αὐτῇ εἰπεῖν πρὸς τὸ οὖς· καὶ ἐπεὶ τάχιστα αὐτῷ προσῆλθε, τοῦ ὠτίου ἐπιλαϐόμενος, κατέδακεν αὐτό. Τῆς δὲ κατηγορούσης αὐτοῦ δυσσέϐειαν, εἴπερ μὴ ἀρκεσθεὶς οἷς ἤδη πεπλημμέληκε, καὶ τὴν μητέρα ἐλωϐήσατο, ἐκεῖνος ὑποτυχὼν εἶπεν· « Ἀλλὰ τότε ὅτε σοι πρῶτον τὴν δέλτον κλέψας ἤνεγκα, εἰ ἐπέπληξάς μοι, οὐκ ἂν μέχρι τούτου ἐχώρησα, ὡς καὶ ἐπὶ θάνατον ἀπάγεσθαι. »
Ὁ λόγος δηλοῖ ὅτι τὸ κατ’ ἀρχὰς κολαζόμενον ἐπὶ μεῖζον αὔξεται.
Παῖς λουόμενος
Παῖς ποτε λουόμενος ἔν τινι ποταμῷ ἐκινδύνευσεν ἀποπνιγῆναι. Ἰδὼν δέ τινα ὁδοιπόρον, τοῦτον ἐπὶ βοηθείᾳ ἐκάλει. Ὁ δὲ ἐμέμφετο τῷ παιδὶ ὡς τολμηρῷ. Τὸ δὲ μειράκιον εἶπε πρὸς αὐτόν· « Ἀλλὰ νῦν μοι βοήθει, ὕστερον δὲ σωθέντι μέμψῃ. »
Ὁ λόγος εἴρηται πρὸς τοὺς ἀφορμὴν καθ’ ἑαυτῶν διδόντας ἀδικεῖσθαι.
Παρακαταθήκην εἰληφὼς καὶ Ὅρκος
Παρακαταθήκην τις λαϐὼν φίλου ἀποστερεῖν διενοεῖτο. Καὶ δὴ προσκαλουμένου αὐτὸν ἐκείνου ἐπὶ ὅρκον, εὐλαϐούμενος εἰς ἀγρὸν ἐπορεύετο. Γενόμενος δὲ κατὰ τὰς πύλας, ὡς ἐθεάσατό τινα χωλὸν ἐξιόντα, ἐπυνθάνετο αὐτοῦ τίς τε εἴη καὶ ποῖ πορεύοιτο. Τοῦ δὲ εἰπόντος αὑτὸν Ὅρκον εἶναι καὶ ἐπὶ τοὺς ἀσεϐεῖς βαδίζειν, ἐκ δευτέρου ἠρώτα διὰ πόσου χρόνου ἐπιφοιτᾶν ταῖς πόλεσι εἴωθεν. Ὁ δὲ ἔφη· « Διὰ τεσσαράκοντα ἐτῶν, ἐνίοτε δὲ καὶ τριάκοντα. » Καὶ ὃς οὐδὲν μελλήσας τῇ ὑστεραίᾳ ὄμοσε μὴ εἰληφέναι τὴν παρακαταθήκην. Περιπεσὼν δὲ τῷ Ὅρκῳ, καὶ ἀπαγόμενος ὑπ’ αὐτοῦ ἐπὶ κρημνόν, ᾐτιᾶτο αὐτὸν ὡς προειπὼν αὐτῷ διὰ τριάκοντα ἐτῶν ἐπιπορεύεσθαι, οὐδὲ πρὸς μίαν ἡμέραν ἄδειαν δέδωκεν. Ὁ δὲ ὑπολαϐὼν ἔφη· « Ἀλλ’ εὖ ἴσθι ὡς, ὅταν μέλλῃ τις ἀνιᾶσαί με, καὶ αὐθημερὸν ἐπιφοιτᾶν εἴωθα. »
Ὁ λόγος δηλοῖ ὅτι ἀδιόριστός ἐστιν ἡ κατὰ τῶν ἀσεϐῶν ἐκ θεοῦ τιμωρία.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.