Friday, October 20, 2017

Μῦθοι Αἰσώπειοι· σλθ', σμ', σμα'

Μυῖαι


Ἐπειδὴ σκεῦος μέλιτος ἐξεχύθη, πολλαὶ μυῖαι συνῆλθον εἰς τὸ μέλι τοῦ φαγεῖν αὐτό. Ἐπεῖτα δέ, οὐ δυνάμεναι ἀποπέτεσθαι, ἐμέμφθησαν ἑαυτὰς ὡς ἀκρατεῖς στόμα οὖσαι.

Ἀνάγνωσις τοῦ σλθ' μύθου

Μύρμηξ


Γεωργός τις πολὺ ἐπόνει ἐν τοῖς ἀγροῖς οὐ μόνον τοὺς ἑαυτοῦ καρποὺς συλλέγων ἀλλὰ καὶ τοὺς τῶν γειτόνων. Διὸ ὁ Ζεὺς ὀργισθεὶς περὶ τῆς ἀδικίας αὐτοῦ μετήλλαξεν αὐτὸν εἰς μύρμηκα. Καὶ δὲ σῆμερον ὁ μύρμηξ τὸ αὐτὸ ποιεῖ.

Ἀνάγνωσις τοῦ σμ' μύθου

Μύρμηξ καὶ κάνθαρος


Διὰ τοῦ θέρους ὁ μὲν μύρμηξ ἐπόνει συλλέγων κρίθας καὶ πυρούς, ὁ δὲ κάνθαρος ἡσυχάζων κατεφρόνει αὐτόν. Χειμῶνος δὲ γενομένου, ἡ τοῦ κανθάρου κόπρος  διελύθη τῷ ὑετῷ. Ὁ οὖν κάνθαρος πεινῶν πρὸς τὸν κανθάρον ἐλθὼν παρῃτήσατο αὐτὸν σῖτον. Ὁ δὲ μύρμηξ ἀπεκρίνατο λέγων ὅτι ἔδει αὐτὸν ἐν τῷ θέρει πονῆσαι ἵνα τροφὴν ἔχοι διὰ τοῦ χειμῶνος.

Ἀνάγνωσις τοῦ σμα' μύθου


Μυῖαι
Ἔν τινι ταμιείῳ μέλιτος ἐπεκχυθέντος, μυῖαι προσπτᾶσαι κατήσθιον· διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίσταντο. Ἐμπαγέντων δὲ αὐτῶν τῶν ποδῶν, ὡς οὐκ ἐδύναντο ἀναπτῆναι, ἀποπνιγόμεναι ἔφασαν· « Ἄθλιαι ἡμεῖς, αἳ διὰ βραχεῖαν ἡδονὴν ἀπολλύμεθα. »
Οὕτω πολλοῖς ἡ λιχνεία πολλῶν αἰτία κακῶν γίνεται.
Μύρμηξ
Μύρμηξ ὁ νῦν τὸ πάλαι ἄνθρωπος ἦν· καὶ τῇ γεωργίᾳ προσέχων τοῖς ἰδίοις πόνοις οὐκ ἠρκεῖτο, ἀλλὰ καὶ τοῖς ἀλλοτρίοις ἐποφθαλμιῶν διετέλει τοὺς τῶν γειτόνων καρποὺς ὑφαιρούμενος. Ζεὺς δὲ ἀγανακτήσας κατὰ τῆς πλεονεξίας αὐτοῦ μετεμόρφωσεν αὐτὸν εἰς τοῦτο τὸ ζῷον ὃς μύρμηξ καλεῖται. Ὁ δὲ καὶ τὴν μορφὴν ἀλλάξας τὴν διάθεσιν οὐ μετεβάλετο· μέχρι γὰρ νῦν κατὰ τὰς ἀρούρας περιιὼν τοὺς ἄλλων πυροὺς καὶ κριθὰς συλλέγει καὶ ἑαυτῷ ἀποθησαυρίζει.
Ὁ λόγος δηλοῖ ὅτι οἱ φύσει πονηροί, κἂν τὰ μάλιστα κολάζωνται, τὸν τρόπον οὐ μετατίθενται.
Μύρμηξ καὶ κάνθαρος
Θέρους ὥρᾳ μύρμηξ περιπατῶν κατὰ τὴν ἄρουραν πυροὺς καὶ κριθὰς συνέλεγεν, ἀποθησαυριζόμενος ἑαυτῷ τροφὴν εἰς τὸν χειμῶνα. Κάνθαρος δὲ τοῦτον θεασάμενος ἐθαύμασεν ὡς ἐπιπονώτατον, εἴγε παρ᾿ αὐτὸν τὸν καιρὸν μοχθεῖ παρ᾿ ὃν τὰ ἄλλα ζῷα πόνων ἀφειμένα ῥᾳστώνην ἄγει. Ὁ δὲ τότε μὲν ἡσύχαζεν· ὕστερον δέ, ὅτε χειμὼν ἐνέστη, τῆς κόπρου ὑπὸ τοῦ ὄμβρου ἐκλυθείσης, ὁ κάνθαρος ἧκε πρὸς αὐτὸν λιμώττων καὶ τροφῆς μεταλαβεῖν δεόμενος. Ὁ δὲ ἔφη πρὸς αὐτόν· « Ὦ κάνθαρε, ἀλλ᾿ εἰ τότε ἐπόνεις, ὅτε ἐμόχθουν καὶ ἐμὲ ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου. »
Οὕτως οἱ παρὰ τὰς εὐθηνείας τοῦ μέλλοντος μὴ προνοούμενοι παρὰ τὰς τῶν καιρῶν μεταβολὰς τὰ μέγιστα δυστυχοῦσιν.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.