Friday, March 11, 2016

Ὁ τοῦ δήμου σύλλογος

Germanische-ratsversammlung 1-1250x715
Ὁ σύλλογος τῶν Γερμανῶν ἐπὶ τῆς κίονος τοῦ Τραϊανοῦ.
Ἐν τῷ ἑξηκοστῷ καὶ δευτέρῳ διδάγματι ὁ ἔνδοξος ῥήτωρ  δημηγορεῖ πρὸς τὸν σύλλογον. Ἔπειτα, ἐκείνου ἤδη  ἀγορεύσαντος, καὶ ἄλλοι βούλονται λέγειν.

Ἀνάγνωσις τοῦ ξβ' διδάγματος


ὦ ἄνδρες ! (ὦνδρες!)
ὦνδρες δημόται!
ἀσπάζομαι, ὅτι προθύμως ἥκετε.
πάνυ ῥαδίως οἶμαι τήμερον ἀποδείξειν τοὺς ἄρχοντας ἅπαντα ἁμαρτάνοντας.
τί πλέον ἐστὶν ἕξω ἐποικεῖν;
νῦν ἔργον εὐτελείας!
οὐ δεόμεθα καινῶν δασμῶν!
καινῶν δασμῶν οὐ δεόμεθα!
τοῦθ' ἡμᾶς ἐπιτρίψει!
ἅπαντα γὰρ γίγνεται τέλεσι δήμου.
τί κέρδος;
τί κερδανοῦμεν;
πῶς ξυνοίσει ταῦτα;
τοῦτο μ’ οὐκ ἀρέσκει!
ἔστιν ἐνταῦθά τι κακόν!
οἶδα τὸν νοῦν!
ἀλλ’ εἶναί τις μοι δοκεῖ μέση τούτων ὁδός.
Βίσμαρκ ἐρρέτω!
εὖγε! εὖγε!
ὡς ἀγαθὸν τοιοῦτον ἔχειν βουλευτήν!
οὐδὲν λέγεις!
πάνυ μοι ἤδη ταῦτ’ ἐστὶ χολή.
πολλὰ λέξας οὐδὲν ἂν πλέον λάβοι.
σίγα!
παραμενῶ, ἕως ἂν διαπραχθῇ.
τίς ἀγορεύειν βούλεται;
ἐγώ.
ἔσθ’ ὅστις ἕτερος βούλεται λέγειν;
οὐδεὶς ἀντιχειροτονήσειεν ἄν.
ἐγὼ τἀναντία ψηφίζομαι.
καλῶς γε ποιῶν.
ποίει, ὅτι ἂν σοι δοκῇ.
τί βεβούλευται τήμερον;
τί δῆτ ἔδοξεν;
οὐδέν πω · ἴσαι γὰρ ἐγένοντο.
τοιοῦτον σύλλογον οὔπω ὄπωπα (ἑώρακα).

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.