Friday, March 18, 2016

Παμμέγιστον.

Josef Wagner-Höhenberg Die Skatpartie
Τρεῖς Γερμανοὶ παίζουσι παιδιάν.
Τὸ παμμέγιστόν ἐστι τρόπος τοῦ τὴν παιδειὰν παίζειν. Ἡμεῖς δὲ διὰ τοῦτο μανθάνομεν ἄλλας χρηστὰς φράσεις. Ἀκούωμεν οὖν τὸ ἑξηκοστὸν καὶ τετάρτον δίδαγμα.

Ἀνάγνωσις τοῦ ξδ' διδάγματος


τὸ παμμέγιστον.
A. τίς ὁ διαδώσων;
B. αὐτὸς σύ.
Γ. ὁ ἀεὶ ἐρωτῶν.
B. δός τι δῆτ' ἐμοί· οὐδὲν γαρ πώποτ' ἔλαβον ἔγωγε τῇδε τῇ ἑσπέρᾳ!
Γ. ἐμὸν τὸ ἐρωτᾶν. τὰ φυλλεῖα αὐτὰ καθ' αὐτά!
B. ἔχω ἔγωγε!
Γ. τὸ μηδέν;
B. καὶ τοῦτό γε.
Γ. παραχωρῶ ἔγωγε.
A. κἀγώ.
B. τὸ παμμέγιστον.
B. ἐμὸν τὸ ἐξάρχειν. ἰδού. ἀπόδοτε δὴ τοὺς κρατίστους!
Γ. οὐ δυνατὸς ἐγὼ μὰ Δία ὑπὲρ τοῦτον.
A. τί φῄς;
B. βαβαιάξ! ἀπόκειται ὁ παγκράτιστος! ἰδού!
Γ. ἐς κόρακας!
A. Ἄπολλον ἀποτρόπαιει!
Γ. οἴμοι κακοδαίμων!
A. ὦ Ζεῦ βασιλεῦ! οὐκ ἄρ' ἔχεις οὐδέν;
Γ. ἀλλὰ τοῦτό γε γίγνεται ἡμῖν. νῦν δ' ὁ καιρὸς ἐπιδοῦναι!
B. μὴ δῆτα - οὐ γὰρ ἔστι λαλεῖν τῷ παίζοντι.
Γ. ἰδοὺ καὶ τοῦτο ἡμῖν!
τὸ μέσον καλῶς τετμήκαμεν!
A. ἕξομεν ἔτι πολλῷ πλέον, ὦ τάν.
B. οὐκ ἄλλ' οὐδὲ ἕν. ἐμὰ γὰρ τὰ λοιπά!
A καὶ Γ. οὐδὲν λέγεις! - μὰ τὸν Δί' οὐ τοίνυν!
A. πῶς ἄρ' οὖν ἐπὶ ταῦτα ἦλθες; ἐμέλλομεν γάρ τοι σφοδρῶς ὑπερέχειν!
ἐγὼ δὲ κάθημαι οὕτω πάντα τὰ φυλλεῖα ἔχων.
Γ. ἔληθες; τί δὴ παθὼν οὐχ ὑπερέβαλες σύ; εὖ γὰρ ἐποίησα ἔγωγε. - σὺ δὲ τούτου αἴτιος!
B. παμμέγιστον τοῦτ' ἦν μετὰ τεττάρων! ἑξήκοντα. τίς ὁ διαδώσων;

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.