Friday, March 4, 2016

Γυνὴ καὶ παιδία

NAMA Gynécée 1
 Ἀπονενιμμένον ἐστι τὸ παιδίον, ὦ δέσποινα.
Λήκυθος ἐν τῇ Ἐρετρίᾳ πεποιημένος μεταξὺ τοῦ υο' ἔτους καὶ τοῦ  υξ' πρὸ Χριστοῦ. 
Ἐν τῷ πεντηκοστῷ καὶ ὀγδόῳ διδάγματι περὶ τῆς γυναικός τε καὶ τῶν παιδίων μανθάνομεν. Ὁ δὲ οἰκοδεσπότης πολὺ φιλεῖ αὐτούς.

Ἀνάγνωσις τοῦ νη' διδάγματος


ἄρρεν ἔτεκε παιδίον.
βόσκει μικρὰ πολλὰ παιδία.
πολλοὶ οἱ παῖδες οἱ ἐξ ἐκείνου.
ποῦ τὰ παιδία;
ποῖ ἡ γυνὴ φρούδη ’στίν;
τίς ἂν φράσειε, ποῦ ’στι ἡ γυνή·
οὐκ ἔχω φράσαι.
λούει καὶ ψωμίζει τὸ παιδίον.
ἀπονενιμμένα ἐστὶ τὰ παιδία.
κατακλίνει τὰ παιδία.
καιρὸς δέ.
ἱκανὸν χρόνον ἐπαίζετε.
κυβεύουσιν -- περὶ τοῦ;
κοσμίως ἔχε!
μηδαμῶς τοῦτ’ἐργάσῃ!
ἰδού· θέασαι!
ὁ θεῖος ἥκει φέρων δῶρα χαρίεντα.
Λουίσιον τὼ χεῖρ’ ἀνακροτεῖ ὑφ’ ἡδονῆς.
ἡ δὲ γυνὴ οὐ φαίνεται.
μῶν ἐμὲ ζητεῖς;
δεῦρό νυν, ὦ χρυσίον.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.