Friday, March 4, 2016

Ἡ παιδεία

Die Gartenlaube (1873) 257
Ὁ πατὴρ μέλλει πλῆξαι πληγαῖς τὸ παιδίον.
Διὰ τὸν θόρυβον ὀργισθείς, ὁ πατὴρ πρῶτον μὲν ἐρωτᾷ τὰ παιδία. Ἔπειτα δὲ παιδεύει ἓν ἄξιον ὂν πληγὰς λαβεῖν. Ἀκούσατε οὖν τὸ ἑξηκοστὸν δίδαγμα.

Ἀνάγνωσις τοῦ ξ' διδάγματος


τίς οὗτος ὁ ἔνδον θόρυβος;
μὴ βοᾶτε! -- μὴ βοᾶτε μηδαμῶς! -- μὴ κεκράγατε!
οὐκ ἀκούσεσθε ἐτεόν;
κατερῶ, κατερῶ!
τί ἔστιν;
τί τὸ πρᾶγμα;
τίς ὁ βοῶν με;
εἴπω;
κάτειπέ μοι.
Κάρολος πληγὰς ἡμῖν ἐνέβαλλεν.
τί φής;
ἡ δ’ αἰτία τίς ἦν;
τιή;
ὡς ὀξύθυμος!
οὗτος ὁ τρόπος πανταχοῦ!
οὐκ ἐγὼ τούτων αἴτιος.
νὴ ∆ία, κἀμὲ τοῦτ’ ἔδρασε ταὐτόν.
ἀρνεῖ;
μὴ γρύξῃς!
ὅπως ἐρεῖς μηδὲν ψεῦδος!
ἄξιος εἶ πληγὰς λαβεῖν.
ἐπίσχες, οὗτος! ποῖ θεῖς;
μηδὲν ἀγανάκτει, ὦ πάτερ.
οἴμοι, διαρραγήσομαι.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.