Friday, March 18, 2016

Παροιμίαι

SNGCop 039
Τετράδραχμον τῶν Ἀθηνῶν ἔχον τὴν θεόν τε καὶ τὴν γλαῦκα.
Παράφρασις τῶν παροιμιῶν, τῶν ἐν τῷ ἑξηκοστῷ καὶ πέμπτῳ διδάγματι.
Μὴ ὀργίσθῃς.
Μαχομένοιν δυοῖν ἀκούσας, κρίνον.
Πολλαὶ γὰρ αἱ ἐν ταῖς Ἀθήναις γλαῦκες, ἰεραὶ τῇ θεῷ οὖσαι.
Φυλασσώμεθα ἵνα σῳζώμεθα.
Μὴ φροντίζει περὶ τῶν ἐμῶν.
Οὗτος οὕτω μισεῖ τοὺς ἀνθρώπους ὥστε ἔοικε τῷ Τιμῶνι, τῷ ἐν Ἀθήναις μισανθρώπῳ.
Μανθάνομεν διὰ τῆς δυστυχίας.
Οὕτως ἀσθενὴς καὶ μαλακὸς ὡς οἱ Μυσοί.
Ὁ Ἀριστοφάνης ἐνόμιζε τοὺς ἀγαθοὺς ὀλίγους εἶναι.
Ὁμοία παροιμία λέγει ὅτι ἀεὶ τὸν ὅμοιον ἄγει θεὸς πρὸς  ὅμοιον.
Πολλοὶ φίλοι δοκοῦσιν εἶναι τῷ πλουσίῳ.
Μὴ πειράσῃ δεινότατόν τι.
Οὕτω κακός ἐστιν ὁ ἄνθρωπος ὡς δραχμὴ οὐκ ὀρθῶς κεκομμένη. Εὑρίσκεται δ'ἐν Πλούτῳ.
Μεγάλη μὲν ἡ ὑπόσχεσις, μικρὸν δὲ τοὔργον.
Ἄχρηστον τοὔργον. Εὑρίσκεται δ'ἐν τῇ κωμῳδίᾳ τῶν Σφεκῶν.
Ἡ ἀρχὴ τοῦ ἔργου ἐστὶ πλεῖστον.

Ἀνάγνωσις τοῦ ξε' διδάγματος


μὴ σεαυτὸν ἔσθιε, ὦ 'γαθέ!
πρὶν ἂν ἀμφοῖν μῦθον ἀκούσῃς, οὐκ ἂν δικάσαις.
τίς γλαῦκ' Ἀθήναζε ἤγαγεν;
ἡ (γὰρ) εὐλάβεια πάντα σῴζει.
μία χελιδὼν ἔαρ οὐ ποιεῖ.
μὴ τὸν ἐμὸν οἴκει οἶκον!
Τίμων καθαρός!
ὁ Διὸς Κόρινθος!
ἰδοὺ ἡ Ῥόδος, ἰδοὺ καὶ τὸ πήδημα!
Μυσῶν ἔσχατος!
ὀλίγον τὸ χρηστόν ἐστιν.
ἧλιξ ἥλικα τέρπει.
οὔτε θέομεν οὔτ' ἐλαύνομεν.
ἅπαντα (γὰρ) τῷ πλουτεῖν ὑπήκοα.
ζεῖ χύτρα, ζῇ φιλία.
μή ἐπιχειρήσῃς λέοντα ξυρεῖν.
παθὼν δέ τε νήπιος ἔγνω. - παθήματα μαθήματα.
πάλαι ποτ' ἦσαν ἄλκιμοι Μιλήσιοι.
πατρὶς γάρ ἐστι πᾶσ' , ἵν' ἂν πράττῃ τις εὖ.
ἐστὶ τοῦ πονηροῦ κόμματος.
ὤδινεν ὄρος, εἶτα μῦν ἀπέτεκεν.
λίθον ἕψεις.
πλέον θάτερον ποιεῖν.
σπεῦδε βραδέως!
πλέον ἥμισυ παντός!

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.