Friday, March 4, 2016

Ὁ τῶν παιδίων θόρυβος

Sarcophagus nuts Chiaramonti Inv1304
Τὰ μὲν παιδία παίζει, τὰ δὲ θορυβεῖ.
Οἴμοι, τὰ παιδία ἀλλήλα φλαῦρα ἐργάζεται. Ἀκούσατε οὖν τὸν θόρυβον ἐν τῷ πεντηκοστῷ καὶ ἐνάτῳ διδάγματι.

Ἀνάγνωσις τοῦ νθ' διδάγματος


ταῦτ’ οὐκ ὀρθῶς ποιεῖς.
ἀδικεῖς γέ με τοῦτο ποιῶν.
ἤν τι λυπῇς με, οὐ χαιρήσεις!
ἀλλ’ ἀπόδος αὐτό!
ἢ τἀπὶ τούτοις δρῶ.
τὴν γνάθον βούλει θένω;
οὐ μὰ ∆ία σὺ καταπροίξει τοῦτο λέγων!
τί μέλλεις δρᾶν;
κλαύσει μακρά.
διαρραγείης!
οὑτοσί σοι κόνδυλος!
ἐς κόρακας!
παῖε παῖε!
οἰμώξει μακρά!
μὴ πρόσιτε!
ἀλαλαί! νῦν ἔχεται μέσος!
οὐχὶ σοῦσθε;
οὐδὲν ἄν με φλαῦρον ἔτι ἐργάσαισθε.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.