Friday, June 1, 2018

Μῦθοι Αἰσώπειοι· τλε', τλϛ', τλζ'

Τέττιξ καὶ ἀλώπηξ


Ἀλώπηξ τις τέττιγος ἀκούσασα ᾔτησεν αὐτὸν καταβῆναι ἀπὸ τοῦ δένδρου ὡς ἐπιθυμοῦσα θεωρεῖν τὸν τοιαύτην φωνὴν ἔχοντα. Ὁ δὲ τέττιξ οὐ πιστεύσας, εἶδέ γάρ τοτε πτερὰ τέττιγος ἐν τῷ κόπρῳ ἀλώπεκος, ἀφῆκε φύλλον. Ἡ δὲ ἀλώπηξ εὐθὺς ἐπῆλθεν ἐπ' ἐκεῖνον, καταγελῶντος τοῦ τέττιγος.

Ἀνάγνωσις τοῦ τλε' μύθου


Τέττιξ καὶ μύρμηκες

Formica et Cicada


Τοῦ χειμῶνος ὁ τέττιξ προσελθὼν παρὰ τοὺς μήρμυκας ἐδεήθη σίτου. Μαθόντες δὲ οἱ μήρμυκες ὅτι ὁ μὲν τέττιξ διὰ τοῦ θέρους ᾖδε, αὐτοὶ δὲ ἐπόνουν, οὐδὲν ἔδοσαν· χρή σε, ἔφη τις αὐτῶν, τότε ᾄδοντα νῦν ὀρχεῖσθαι.

Ἀνάγνωσις τοῦ τλϛ' μύθου


Τοῖχος καὶ πάλος


Τοῖχος ὑπὸ πάλου διαρρηγνύμενος  ἤρετο  διὰ τί τοῦτο ποιοίη. Οὔποτε γὰρ ὁ τοῖχος ἀδικήσαι τὸν πάλον. Ὁ δὲ ὑπολαβὼν εἶπεν ὅτι ὁ ὀπίσω αὐτοῦ ἄνθρωπος αἴτιος εἴη.

Ἀνάγνωσις τοῦ τλζ' μύθου



Τέττιξ καὶ ἀλώπηξ
Τέττιξ ἐπί τινος ὑψηλοῦ δένδρου ᾖδεν. Ἀλώπηξ δὲ βουλομένη αὐτὸν καταφαγεῖν τοιοῦτόν τι ἐπενόησεν. Ἄντικρυς στᾶσα ἐθαύμαζεν αὐτοῦ τὴν εὐφωνίαν, καὶ παρεκάλει καταϐῆναι, λέγουσα ὅτι ἐπιθυμεῖ θεάσασθαι πηλίκον ζῷον τηλικαύτην φωνὴν φθέγγεται. Κἀκεῖνος ὑπονοήσας αὐτῆς τὴν ἐνέδραν, φύλλον ἀποσπάσας καθῆκε. Προσδραμούσης δὲ ὡς ἐπὶ τὸν τέττιγα, ἔφη· « Ἀλλὰ πεπλάνησαι, ὦ αὕτη, εἰ ὑπέλαϐές με καταϐήσεσθαι· ἐγὼ γὰρ ἀπ’ ἐκείνου ἀλώπεκας φυλάττομαι ἀφ’ οὗ ἐν ἀφοδεύματι ἀλώπεκος πτερὰ τέττιγος ἐθεασάμην. »
Ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πέλας συμφοραὶ σωφρονίζουσι.
Τέττιξ καὶ μύρμηκες
Χειμῶνος ὥρᾳ τὸν σῖτον βραχέντα οἱ μύρμηκες ἔψυχον. Τέττιξ δὲ λιμώττων ᾔτει αὐτοὺς τροφήν. Οἱ δὲ μύρμηκες εἶπον αὐτῷ· « Διὰ τί τὸ θέρος οὐ συνῆγες καὶ σὺ τροφήν ; » Ὁ δὲ εἶπεν· « Οὐκ ἐσχόλαζον, ἀλλ’ ᾖδον μουσικῶς. » Οἱ δὲ γελάσαντες εἶπον· « Ἀλλ’ εἰ θέρους ὥραις ηὔλεις, χειμῶνος ὀρχοῦ. »
Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἐν παντὶ πράγματι, ἵνα μὴ λυπηθῇ καὶ κινδυνεύσῃ.
Τοῖχος καὶ πάλος
Τοῖχος σπαραττόμενος ὑπὸ πάλου βιαίως ἐφώνει· « Τί με σπαράττεις μηδὲν ἠδικηκότα ; » Καὶ ὅς· « Οὐκ ἐγώ, φησίν, αἴτιος τούτου, ἀλλ’ ὁ ὄπισθεν σφοδρῶς με τύπτων. »

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.