Thursday, June 21, 2018

Μῦθοι Αἰσώπειοι· τμδ', τμε', τμϛ'

Φιλάργυρος


Ἄνθρωπός τις τὸ ἀργύριον φιλῶν συλλέξας πᾶσαν τὴν οὐσίαν εἰς μίαν χρυσῆν  βῶλον ἔκρυψεν ὑπὸ τῆς γῆς. Καὶ καθ' ἡμέραν ἐπεσκόπει αὐτήν. Ἐπεῖτα δὲ ἐργάτης τις κατανοῶν αὐτὸν λάθρᾳ ἔκλεψε τὸν χρυσόν. Ὁ οὖν φιλάργυρος λίαν ἔκλαιεν. Αὐτοῦ δέ τις ἀκούσας καὶ τὴν αἰτίαν τῶν στεναγμῶν μαθών· μὴ φροντίζῃ, ἔφη, ὅτι ἔξεστί σοι λίθον ἀντὶ τοῦ χρυσοῦ θέντι  τὴν αὐτὴν ἀπόλαυσιν ἀπ' αὐτοῦ ἔχειν.

Ἀνάγνωσις τοῦ τμδ' μύθου

Χαλκεὺς καὶ κυνάριον

Canis et Faber  - Osius

Ὁ τοῦ χαλκέως κύων ἐκοιμᾶτο μὲν τοῦ δεσπότου ἐργαζομένου, ἠγείρετο δὲ τοῦ δεσπότου ἐσθίοντος. Ὁ μέντοι χαλκεὺς ἐλέγξας αὐτοῦ τὴν κακίαν ἔδωκεν αὐτῷ ὀστοῦν.

Ἀνάγνωσις τοῦ τμε' μύθου

Χειμὼν καὶ ἔαρ

Drawing, A Masque of Winter and Spri, 1899 (CH 18652399)

Ὁ χειμὼν καὶ τὸ ἔαρ ἤριζον. Ὁ μὲν γὰρ χειμὼν εἶπεν  ἔαρος τοὺς ἀνθρώπους σχολάζειν ἐν τοῖς ἄγροις ἄνθη συλλέγοντας ἢ πλεῖν  οὐ φροντίζοντας τῶν ἀνέμων. Αὐτὸς δὲ σκληρὸς δεσπότης ὢν κωλύειν τοὺς ἀνθρώπους  οἴκοθεν ἐξιέναι. Τὸ δὲ ἔαρ ὑπολαβόν· διὰ τοῦτο ἔφη, πάντες οἱ βροτοὶ  μισοῦσιν μὲν σέ, φιλοῦσι δὲ  ἐμέ.

Ἀνάγνωσις τοῦ τμϛ' μύθου


Φιλάργυρος
Φιλάργυρός τις, ἅπασαν αὐτοῦ τὴν οὐσίαν ἐξαργυρισάμενος καὶ χρυσοῦν βῶλον ποιήσας, ἔν τινι τόπῳ κατώρυξε συγκατορύξας ἐκεῖ καὶ τὴν ψυχὴν ἑαυτοῦ καὶ τὸν νοῦν, καὶ καθ’ ἡμέραν ἐρχόμενος αὐτὸν ἔϐλεπε. Τῶν δὲ ἐργατῶν τις αὐτὸν παρατηρήσας καὶ τὸ γεγονὸς συννοήσας, ἀνορύξας τὸν βῶλον ἀνείλετο. Μετὰ δὲ ταῦτα κἀκεῖνος ἐλθὼν καὶ κενὸν τὸν τόπον ἰδὼν θρηνεῖν ἤρξατο καὶ τίλλειν τὰς τρίχας. Τοῦτον δέ τις ὀλοφυρόμενον οὕτως ἰδὼν καὶ τὴν αἰτίαν πυθόμενος· « Μὴ οὕτως, εἶπεν, ὦ οὗτος, ἀθύμει· οὐδὲ γὰρ ἔχων τὸν χρυσὸν εἶχες. Λίθον οὖν ἀντὶ χρυσοῦ λαϐὼν θὲς καὶ νόμιζέ σοι τὸν χρυσὸν εἶναι· τὴν αὐτὴν γάρ σοι πληρώσει χρείαν· ὡς ὁρῶ γάρ, οὐδ’, ὅτε ὁ χρυσὸς ἦν, ἐν χρήσει ἦσθα τοῦ κτήματος. »
Ὁ μῦθος δηλοῖ ὅτι οὐδὲν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις προσῇ.
Χαλκεὺς καὶ κυνάριον
Χαλκεὺς εἶχε κύνα, καὶ ὅτε μὲν ἐχάλκευεν, ὁ κύων ἐκοιμᾶτο· ὅτε δὲ ἤσθιεν, παρίστατο αὐτῷ. Ὁ δὲ ὀστοῦν ῥίψας αὐτῷ εἶπεν· « Ταλαίπωρε, ὑπνῶδες, ὅταν μὲν τὸν ἄκμονα κρούω, ὑπνοῖς· ὅταν δὲ τοῦς ὀδόντας κινήσω, εὐθὺς ἐγείρῃ. »
[Ὅτι] τοὺς ὑπνώδεις καὶ ἀργοὺς καὶ ἐξ ἀλλοτρίων πόνων τρεφομένους ὁ μῦθος ἐλέγχει.
Χειμὼν καὶ ἔαρ
Χειμὼν ἔσκωψε εἰς τὸ ἔαρ καὶ αὐτὸ ὠνείδισεν ὅτι εὐθὺς φανέντος ἡσυχίαν ἄγει ἔτι οὐδείς, ἀλλ’ ὁ μέν τις ἐπὶ λειμῶνας καὶ ἄλση γίνεται, ὅτῳ ἄρα φίλον δρέπεσθαι ἀνθέων καὶ κρίνων, ἢ καὶ ῥόδον τι περιαγαγεῖν τε τοῖς ἑαυτοῦ ὄμμασιν, καὶ παραθέσθαι [ἢ] παρὰ τὴν κόμην· ὁ δὲ ἐπιϐὰς νεὼς καὶ διαϐαίνων πέλαγος, ἂν τύχῃ, παρ’ ἄλλους ἤδη ἀνθρώπους ἔρχεται· καὶ ὅτι ἅπαντες ἀνέμων ἢ πολλοῦ ἐξ ὄμϐρων ὕδατος ἔχουσι φροντίδα οὐκέτι. « Ἐγώ, ἔφη, ἄρχοντι καὶ αὐτοδεσπότῃ ἔοικα, καὶ οὐδὲ εἰς οὐρανόν, ἀλλὰ κάτω που καὶ εἰς τὴν γῆν ἐπιτάττω βλέπειν καὶ δεδιέναι καὶ τρέμειν καὶ ἀγαπητῶς διημερεύειν ἔστιν ὅτε οἴκοι ἠνάγκασα. – Τοιγαροῦν, ἔφη τὸ ἔαρ, σοῦ μὲν κἂν ἀπαλλαγεῖεν ἄνθρωποι ἀσμένως· ἐμοῦ δὲ αὐτοῖς καλὸν καὶ αὐτὸ εἶναι δοκεῖ τοὔνομα, καὶ νὴ μὰ Δία γε ὀνομάτων κάλλιστον, ὥστε καὶ ἀπόντος μέμνηνται καὶ φανέντος ἐπαγάλλονται. »

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.