Friday, June 8, 2018

Μῦθοι Αἰσώπειοι· τλη', τλθ', τμ'

Τοξότης καὶ λέων


Ἀφικομένου τοξότου τινὸς εἰς τὴν ὕλην, πάντα τὰ ζῷα ἔφυγε πλὴν τοῦ λέοντος. Ὁ δὲ θηρευτὴς βέλος ἀφεὶς ἐτραυμάτισε τὸν λέοντα λέγων· οὗτός ἐστιν ὁ ἄγγελός μου πρὸς σέ. Ἐπεῖτα δ´ αὐτὸς  πρόσειμι. Ὁ οὖν λέων λυπούμενος ἀπέδραμεν. Τῇ δὲ ἀλώπεκι λεγούσῃ ὅτι δέοι ἐκεῖνον θαρρεῖν, ὁ λέων· σῖγα, ἐφη. Τοιούτου γὰρ τοῦ ἀγγέλου ὄντος, πῶς ἔσται ὁ ἠγγελμένος;

Ἀνάγνωσις τοῦ τλη' μύθου

Τράγος καὶ ἄμπελος

Hircus et Vitis

Τράγος τις κατήσθιε τὰ φύλλα τῆς ἀμπέλου. Ἡ δ' ὑπολαβοῦσα· ὦ οὗτος,  ἔφη, σὺ μὲν διαφθέρεις τὴν βλάστην μου ἀντὶ τῆς πόας. Ἐγὼ δὲ παρέξω τὸν οἶνον τοὶς ἀνθρώποις τοῖς θύσουσί σε.

Ἀνάγνωσις τοῦ τλθ' μύθου

Ὕαιναι
Heubach hyena

Κατὰ τοὺς παλαιοὺς αἱ ὕαιναι ἀλλάττονται τὴν φύσιν· οἱ μὲν γὰρ ἄρσενες γίγνονται θηλεῖαι, αἱ δὲ θήλειαι ἄρσενες. Ὕαινα δὲ θήλεια ὑπὸ ἄρσενος ἀδικηθεῖσα· τάχυ, ἔφη, τιμωρήσομαί σε.

Ἀνάγνωσις τοῦ τμ' μύθου



Τοξότης καὶ λέων
Ἀνῆλθέ τις εἰς ὄρος τοξότης ἔμπειρος κυνηγῆσαι. Πάντα δὲ τὰ ζῷα ἔφυγον, λέων δὲ μόνος προεκαλεῖτο αὐτὸν πρὸς μάχην. Ὁ δὲ βέλος πέμψας καὶ τὸν λέοντα βαλὼν εἶπεν· « Ἰδὲ τὸν ἐμὸν ἄγγελον οἷός ἐστιν, καὶ δὴ τότε ἐπέρχομαί σοι κἀγώ. » Ὁ δὲ λέων βληθεὶς ὥρμησε φεύγειν. Ἀλώπεκος δὲ τούτῳ θαρρεῖν καὶ μὴ φεύγειν λεγούσης, ἔφη ὁ λέων· « Οὐδαμῶς με πλανήσεις· ὅπου γὰρ τοιοῦτον πικρὸν ἄγγελον ἔχει, ἐὰν αὐτὸς ἐπέλθῃ μοι, τί ποιήσω ; »
Ὅτι ἐκ τῆς ἀρχῆς τὰ τέλη δεῖ προσκοπῆσαι καὶ τότε δὴ λοιπὸν ἑαυτοὺς περισῴζειν.
Τράγος καὶ ἄμπελος
Τράγος ἐν τῇ ἐκϐολῇ τῆς ἀμπέλου τὴν βλάστην ἔτρωγε. Τούτῳ δὲ προσεῖπεν ἡ ἄμπελος· « Τί με βλάπτεις ; μὴ γὰρ οὐκ ἐστι χλόη ; Ὅμως ὅσον σοῦ θυομένου οἶνον χρῄζουσιν, ἐγὼ παρέξω. »
Τοὺς ἀχαρίστους καὶ βουλομένους τοὺς φίλους πλεονεκτεῖν ὁ μῦθος ἐλέγχει.
Ὕαιναι
Τὰς ὑαίνας φασὶ παρ’ ἐνιαυτὸν ἀλλάττειν τὴν φύσιν καὶ ποτὲ μὲν ἄρρενας γίνεσθαι, ποτὲ δὲ θηλείας. Καὶ δή ποτε ὕαινα ἄρσην <πρὸς> ὕαιναν θήλειαν παρὰ φύσιν διετέθη. Ἡ δὲ ὑποτυχοῦσα ἔφη· « Ἀλλ’, ὦ οὗτος, οὕτω ταῦτα πράττε ὡς ἐγγὺς τὰ αὐτὰ πεισόμενος. »
Τοῦτο εἰκότως εἴποι ἄν τις πρὸς τὸν ἤδη ἄρχοντα ὁ μετ’ ἐκεῖνον μέλλων, εἰ πλημμελές τι πάσχοι.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.