Friday, June 15, 2018

Μῦθοι Αἰσώπειοι· τμα', τμβ', τμγ'

Ὕαινα καὶ ἀλώπηξ


Ἡ ἀλώπηξ γνοῦσα τὴν ὕαιναν  κατὰ ἔτος ἀλλασσομένην τὴν φύσιν, διὰ τὴν ἀμφιβολίαν οὐκ ἐβουλήθη φιλίαν μετ' αὐτῶν γενέσθαι.

Ἀνάγνωσις τοῦ τμα' μύθου

Ὗς καὶ κύων <περὶ εὐτοκίας>

Sus et Canis


Ὦ αὑτή, ἔφη ἡ κύων, τάχιστα πάντων τῶν τετραπόδων τίκτω ἔγωγε. Ἀπεκρίνατο δ' ἡ ὗς λέγουσα· πάνυ γε, ἀλλὰ τὰ τέκνα σού ἐστι τυφλά.

Ἀνάγνωσις τοῦ τμβ' μύθου

Φαλακρὸς ἱππεύς

Eques Calvus

Ἱππεύς τις οὐκέτι ἔχων τὰς ἑαυτοῦ τρίχας, ἐπιθεὶς ἄλλας χειροποιήτους ἐπὶ τὴν ἄκρην κεφαλήν, ἤλαυνεν. Τοῦ δὲ ἀνέμου τὰς τρίχας ἀπολαβόντος, πάντες οἱ περιτυγχάνοντες ἐγέλασαν. Ὁ δὲ ἀπεκρίνατο λέγων ὅτι οὐ θαῦμα εἴη τὰς ξένας τρίχας καταλιπεῖν τὸν ὑπὸ τῶν ἑαυτοῦ καταλελειμμένον.

Ἀνάγνωσις τοῦ τμγ' μύθου


Ὕαινα καὶ ἀλώπηξ
Τὰς ὑαίνας φασί, παρ’ ἐνιαυτὸν ἀλλασσομένης αὐτῶν τῆς φύσεως, ποτὲ μὲν ἄρσενας, ποτὲ δὲ θηλείας γίνεσθαι. Καὶ δὴ ὕαινα θεασαμένη ἀλώπεκα ἐμέμφετο αὐτὴν ὅτι φίλην θέλουσαν αὐτῇ γενέσθαι οὐ προσίεται. Κἀκείνη ὑποτυχοῦσα εἶπεν· « Ἀλλ’ ἐμὲ μὴ μέμφου, τὴν δὲ σὴν φύσιν, δι’ ἣν ἀγνοῶ πότερον ὡς φίλῃ ἢ ὡς φίλῳ σοι χρήσομαι. »
Πρὸς ἄνδρα ἀμφίϐολον.
Ὗς καὶ κύων <περὶ εὐτοκίας>
Ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον. Τῆς δὲ κυνὸς εἰπούσης ὅτι μόνη τῶν τετραπόδων ταχέως ἀποκύει, ἡ ὗς ὑποτυχοῦσα εἶπεν· « Ἀλλ’, ὅταν τοῦτο φράζῃ, γίνωσκε ὅτι τυφλὰ τίκτεις. »
Ὁ λόγος δηλοῖ ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἐν δὲ τῇ τελειότητι κρίνεται.
Φαλακρὸς ἱππεύς
Φαλακρός τις τρίχας ξένας τῇ ἑαυτοῦ κορυφῇ περιθεὶς ἵππευεν. Ἄνεμος δέ φυσήσας ἀφείλετο ταύτας· γέλως πλατὺς δὲ τοὺς παρεστῶτας εἶχεν. Κἀκεῖνος εἶπε τοῦ δρόμου παύσας· « Τὰς οὐκ ἐμὰς τρίχας τί ξένον φεύγειν με, αἳ καὶ τὸν ἔχοντα ταύτας, μεθ’ οὗ καὶ ἐγεννήθησαν, κατέλιπον ; »
Ὅτι μηδεὶς λυπείσθω ἐπὶ συμφορᾷ ἐπελθούσῃ· ὃ γὰρ γεννηθεὶς οὐκ ἔσχεν ἐκ φύσεως, τοῦτο οὐδὲ παραμένει· γυμνοὶ γὰρ ἤλθομεν, γυμνοὶ καὶ ἀπελευσόμεθα.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.