Friday, April 13, 2018

Μῦθοι Αἰσώπειοι· τιδ', τιε', τιϛ'

Ποιμὴν καὶ λύκος <σὺν κυσὶ τρεφόμενος>


Ποιμήν τις ἔθρεψε σκύλακα λύκου ἅμα τοῖς κυσίν.  Ὁ δέ, λύκος γενόμενος, ὅτε ἄλλος λύκος πρόβατον ἐκλάβοι, ἐδίωκε μετὰ τῶν κυνῶν. Τῶν δὲ κυνῶν τὴν δίωξιν καταλιπόντων, ἐμέριζε τὴν θήραν μετὰ τοῦ ἀγρίου λύκου. Καὶ δὴ καὶ ἐδιδάσκε τοὺς κύνας ἐσθίειν τὰ πρόβατα. Τέλος δὲ ὁ ποιμὴν ταῦτα μαθὼν ἔθυσε τὸ κακὸν ζῷον.

Ἀνάγνωσις τοῦ τιδ' μύθου

Ποιμὴν καὶ λύκου σκύμνος

Paul and wolf cub (3684549114)

Ποιμήν τις εὑρὼν μικρὸν λύκον ἐδίδαξεν αὐτὸν θηρεύειν τὰ πρόβατα τῶν γειτόνων.  Οὗτος δὲ ηὐξημένος ἐβούλετο ἐσθίειν καὶ τὰ τοῦ δεσπότου.

Ἀνάγνωσις τοῦ τιε' μύθου

Ποιμὴν καὶ πρόβατα


Ποιμὴν ἀγαγὼν τὴν ποίμνην παρὰ δρῦν πολλὰς βαλάνους ἔχουσαν, στορέσας τὸ ἱμάτιον, ἀνέβη ἀνὰ τὸ δένδρον ἵνα κατασείσαι τοὺς καρπούς. Αἱ δὲ οἶες, αἱ τὸ ἔριον τοῖς ἀνθρώποις διδοῦσαι ὑπὲρ ἐσθῶν,  φαγοῦσαι τὰς βαλάνους διέφθειραν τὴν ἐσθὴν αὐτοῦ. Διόπερ ἐκεῖνος ἐμέμψατο τὰ πονηρὰ ζῷα.

Ἀνάγνωσις τοῦ τιϛ' μύθου


Ποιμὴν καὶ λύκος <σὺν κυσὶ τρεφόμενος>
Ποιμὴν νεογνὸν λύκου σκύμνον εὑρὼν καὶ ἀνελόμενος σὺν τοῖς κυσὶν ἔτρεφεν. Ἐπεὶ δὲ ηὐξήθη, εἴ ποτε λύκος πρόβατον ἥρπασε, μετὰ τῶν κυνῶν καὶ αὐτὸς ἐδίωκε. Τῶν δὲ κυνῶν ἔσθ’ ὅτε μὴ δυναμένων καταλαβεῖν τὸν λύκον καὶ διὰ ταῦτα ὑποστρεφόντων, ἐκεῖνος ἠκολούθει, μέχρις ἂν τοῦτον καταλαβών, οἷα δὴ λύκος, συμμετάσχῃ τῆς θήρας· εἶτα ὑπέστρεφεν. Εἰ δὲ μὴ λύκος ἔξωθεν ἁρπάσειε πρόβατον, αὐτὸς λάθρᾳ θύων ἅμα τοῖς κυσὶν ἐθοινεῖτο, ἕως ὁ ποιμὴν στοχασάμενος καὶ συνεὶς τὸ δρώμενον, εἰς δένδρον αὐτὸν ἀναρτήσας ἀπέκτεινεν.
Ὁ μῦθος δηλοῖ ὅτι φύσις πονηρὰ χρηστὸν ἦθος οὐ τρέφει.
Ποιμὴν καὶ λύκου σκύμνος
Ποιμὴν μικρὸν λύκον εὑρὼν ἐθρέψατο, εἶτα σκύμνον γενόμενον ἐδίδαξεν ἁρπάζειν ἐκ τῶν σύνεγγυς ποιμνίων. Ὁ λύκος δὲ διδαχθεὶς ἔφη· « Ὅρα μή πως σὺ ἐθίσας με ἁρπάζειν πολλὰ τῶν σεαυτοῦ προβάτων ζητήσῃς. »
Ὅτι οἱ τῇ φύσει δεινοὶ ἁρπάζειν καὶ πλεονεκτεῖν μαθόντες τοὺς διδάξαντας πολλάκις ἔβλαψαν.
Ποιμὴν καὶ πρόβατα
Ποιμὴν εἰσελάσας τὰ πρόβατα εἴς τινα δρυμῶνα, ὡς ἐθεάσατο δρῦν παμμεγέθη μεστὴν βαλάνων, ὑποστρώσας τὸ ἱματίον αὐτοῦ ἐπὶ ταύτην ἀνέβη καὶ τὸν καρπὸν κατέσειε. Τὰ δὲ πρόβατα ἐσθίοντα τὰς βαλάνους ἔλαθε καὶ τὰ ἱμάτια συγκαταφαγόντα. Ὁ δὲ ποιμὴν καταβάς, ὡς ἐθεάσατο τὸ γεγονός, εἶπεν· « Ὦ κάκιστα ζῷα, ὑμεῖς τοῖς λοιποῖς ἔρια εἰς ἐσθῆτας παρεχόμενα, ἐμοῦ τοῦ τρέφοντος καὶ τὸ ἱμάτιον ἀφείλεσθε. »
Οὕτω τῶν ἀνθρώπων πολλοὶ δι’ ἄγνοιαν τοὺς μηδὲν προσήκοντας εὐεργετοῦντες κατὰ τῶν οἰκείων φαῦλα ἐργάζονται.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.