Friday, April 6, 2018

Μῦθοι Αἰσώπειοι· τια', τιβ', τιγ'

Ποιμὴν καὶ θάλασσα

Pastor Mercaturam Faciens

Ποιμήν τις παρὰ τὴν θάλασσαν τὰ πρόβατα τρέφων, γαλήνης ἐχούσης, ἐψηφίσατο ἔμπορος γενέσθαι.  Πωλήσας οὖν τὸ ποίμνιον καὶ πριάμενος φοινίκας, ἀνέβη εἰς ναῦν. Ἐπεῖτα δέ, χειμῶνος γενομένου, ἐδέησε αὐτὸν τὸ φόρτιον ἐκβαλεῖν ἐκ τῆς νεὼς ἵνα σωθείη. Μετὰ δὲ ὀλίγον χρόνον, θαυμάσαντί τινι τῆς θαλάσσης ἡσυχαζούσης εἶπεν αὐτὴν  βούλεσθαι  πλείονας φοινίκας.

Ἀνάγνωσις τοῦ τια' μύθου

Ποιμὴν καὶ κύων <τὰ πρόϐατα σαίνων>


Ποιμήν τις θρέψας τὸν κύνα τοῖς νοσοῦσιν προβάτοις, εἶδεν αὐτὸν ἐπιθυμοῦντα καὶ τὰ ἄλλα. Μὴ αὑτὴ ἡ συμφορὰ γένοιτο, ἔφη ὁ ἀνήρ.

Ἀνάγνωσις τοῦ τιβ' μύθου

Ποιμὴν καὶ λυκιδεῖς

Lupus Familiaris et Pastor (2)

Ποιμήν τις εὑρὼν τέκνα λύκου ἤνεγκε πρὸς τὸν οἶκον. Ἤλπιζε γὰρ χρήσεσθαι αὐτοῖς τοῦ τε ἀμύνεσθαι τὴν ποίμνην  καὶ τοῦ ἁρπάζειν τὰ πρόβατα τῶν γειτόνων. Ἀλλὰ οἱ λύκοι εἰς ἡλικίαν ἀφικόμενοι διέφθειραν πρῶτον τὰ αὐτοῦ.  Διόπερ  ἤλεγξεν ἑαυτὸν περὶ τῆς μωρίας.

Ἀνάγνωσις τοῦ τιγ' μύθου


Ποιμὴν καὶ θάλασσα.
Ποιμὴν ἐν παραθαλασσίῳ τόπῳ ποίμνιον νέμων, ἑωρακὼς γαληνιῶσαν τὴν θάλατταν, ἐπεθύμησε πλεῦσαι πρὸς ἐμπορίαν. Ἀπεμπολήσας οὖν τὰ πρόϐατα καὶ φοινίκων βαλάνους πριάμενος ἀνήχθη. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς κινδυνευούσης βαπτίζεσθαι, πάντα τὸν φόρτον ἐκϐαλὼν εἰς τὴν θάλατταν, μόλις κενῇ τῇ νηῒ διεσώθη. Μετὰ δ’ ἡμέρας οὐκ ὀλίγας παριόντος τινὸς καὶ τῆς θαλάττης (ἔτυχε γὰρ αὕτη γαληνιῶσα) τὴν ἠρεμίαν θαυμάζοντος, ὑπολαϐὼν οὗτος εἶπεν· « Ὦ λῷστε, φοινίκων αὖθις, ὡς ἔοικεν, ἐπιθυμεῖ, καὶ διὰ τοῦτο φαίνεται ἡσυχάζουσα. »
Ὁ μῦθος δηλοῖ ὅτι τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνεται.
Ποιμὴν καὶ κύων <τὰ πρόϐατα σαίνων>
Ποιμὴν ἔχων κύνα παμμεγέθη τούτῳ εἰώθει τὰ ἔμϐρυα καὶ τὰ ἀποθνῄσκοντα τῶν προϐάτων παραϐάλλειν. Καὶ δή ποτε εἰσελθούσης τῆς ποίμνης, ὁ ποιμὴν θεασάμενος τὸν κύνα προσιόντα τοῖς προϐάτοις καὶ σαίνοντα αὐτὰ εἶπεν· « Ἀλλ’, ὦ οὗτος, ὃ θέλεις σὺ τούτοις ἐπὶ τῇ σῇ κεφαλῇ γένοιτο. »
Πρὸς ἄνδρα κόλακα ὁ λόγος εὔκαιρος.
Ποιμὴν καὶ λυκιδεῖς
Ποιμὴν εὑρὼν λυκιδεῖς, τούτους μετὰ πολλῆς ἐπιμελείας ἔτρεφεν, οἰόμενος ὅτι τελειωθέντες οὐ μόνον τὰ ἑαυτοῦ πρόϐατα τηρήσουσιν, ἀλλὰ καὶ ἕτερα ἁρπάζοντες αὐτῷ οἴσουσιν. Οἱ δέ, ὡς τάχιστα ηὐξήθησαν, ἀδείας τυχόντες πρῶτον αὐτοῦ τὴν ποίμνην διαφθείρειν ἤρξαντο. Καὶ ὡς ταῦτα ᾔσθετο, ἀναστενάξας εἶπεν· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ τούτους νηπίους ὄντας ἔσῳζον οὓς ἔδει καὶ ηὐξημένους ἀναιρεῖν ; »
Οὕτως οἱ τοὺς πονηροὺς περισῴζοντες λανθάνουσι καθ’ ἑαυτῶν πρῶτον αὐτοὺς ῥωννύντες.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.