Friday, July 28, 2017

Μῦθοι Αἰσώπειοι· σγ', σδ', σε'

Λέων καὶ κάπρος


Ὗς ἄγριος καὶ λέων εἰς κρήνην ἐλθόντες ἐμάχοντο περὶ τοῦ πρῶτον πίεσθαι. Ἰδόντες δὲ γῦπας προσδοκῶντας ἵνα τὸν ἥσσονα φάγοιεν, σπονδὰς ἐποιήσαντο.

Ἀνάγνωσις τοῦ σγ' μύθου

Λέων καὶ λαγωός



Λέων τις ἰδὼν λαγωὸν καθεύδοντα ἐβούλετο φαγεῖν αὐτόν. Παρατυχούσης δὲ ἐλάφου, ὁ λέων ἀφεὶς τὸν λαγωὸν ἐδίωξεν αὐτήν. Ἐπειδὴ οὐ ἐδυνήθη ἑλεῖν, ἐπανελθὼν οὐχ ηὗρε τὸν λαγωόν.

Ἀνάγνωσις τοῦ σδ' μύθου

Λέων καὶ λύκος καὶ ἀλώπηξ


Τοῦ λέοντος, τοῦ τῶν ζῴων βασιλέως, νοσοῦντος, πάντα ἐπεσκοπεῖτο αὐτὸν πλὴν τῆς ἀλώπεκος. Ὁ μὲν οὖν λύκος κατεῖπεν αὐτῆς. Ἡ δὲ ἀλώπηξ προσελθοῦσα πρὸς τὸν λέοντα ἀπελογήσατο λεγοῦσα ὅτι θεραπείαν τῆς νόσου αὐτοῦ εὕροι, δηλαδὴ τὸ ἐνδύσασθαι δέρμα λύκου. Διὸ ὁ λέων ἀπέκτεινε τὸν λύκον ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας.

Ἀνάγνωσις τοῦ σε' μύθου


Λέων καὶ κάπρος
Θέρους ἐν ὥρᾳ, ὅτε τὸ καῦμα δίψαν ἐμποιεῖ, εἰς μικρὰν πηγὴν λέων καὶ κάπρος ἦλθον πιεῖν. Ἤριζον δὲ τίς πρῶτος αὐτῶν πίῃ· ἐκ τούτου δὲ πρὸς φόνον ἀλλήλων διηγέρθησαν. Ἄφνω δὲ ἐπιστραφέντες πρὸς τὸ ἀναπνεῦσαι, εἶδον γῦπας ἐκδεχομένους ὃς ἂν αὐτῶν πέσῃ, τοῦτον καταφαγεῖν. Διὰ τοῦτο λύσαντες τὴν ἔχθραν εἶπον· « Κρεῖσσόν ἐστιν ἡμᾶς φίλους γενέσθαι ἢ βρῶμα γυψὶ καὶ κόραξιν. »
Ὅτι τὰς πονηρὰς ἔριδας καὶ τὰς φιλονεικίας καλόν ἐστι διαλύειν, ἐπειδὴ πᾶσιν ἐπικίνδυνον τέλος ἄγουσιν.
Λέων καὶ λαγωός
Λέων περιτυχὼν λαγωῷ κοιμωμένῳ, τοῦτον ἔμελλε καταφαγεῖν· μεταξὺ δὲ θεασάμενος ἔλαφον παριοῦσαν, ἀφεὶς τὸν λαγωόν, ἐκείνην ἐδίωκεν. Ὁ μὲν οὖν παρὰ τὸν ψόφον ἐξαναστὰς ἔφυγεν. Ὁ δὲ λέων ἐπὶ πολὺ διώξας τὴν ἔλαφον, ἐπειδὴ καταλαβεῖν οὐκ ἠδυνήθη, ἐπανῆλθεν ἐπὶ τὸν λαγωόν· εὑρὼν δὲ καὶ αὐτὸν πεφευγότα ἔφη· « Ἀλλ᾿ ἐγὼ δίκαια πέπονθα, ὅτι ἀφεὶς τὴν ἐν χερσὶ βοράν, ἐλπίδα μείζονα προέκρινα. »
Οὕτως ἔνιοι τῶν ἀνθρώπων μετρίοις κέρδεσι μὴ ἀρκούμενοι, μείζονας δὲ ἐλπίδας διώκοντες λανθάνουσι καὶ τὰ ἐν χερσὶ προϊέμενοι.
Λέων καὶ λύκος καὶ ἀλώπηξ
Λέων γηράσας ἐνόσει κατακεκλιμένος ἐν ἄντρῳ. Παρῆσαν δ᾿ ἐπισκεψόμενα τὸν βασιλέα, πλὴν ἀλώπεκος, τἄλλα τῶν ζῴων. Ὁ τοίνυν λύκος λαβόνενος εὐκαιρίας κατηγόρει παρὰ τῷ λέοντι τῆς ἀλώπεκος, ἅτε δὴ παρ᾿ οὐδὲν τιθεμένης τὸν πάντων αὐτῶν κρατοῦντα, καὶ διὰ ταῦτα μηδ᾿ εἰς ἐπίσκεψιν ἀφιγμένης. Ἐν τοσούτῳ δὲ παρῆν καὶ ἡ ἀλώπηξ, καὶ τῶν τελευταίων ἠκροάσατο τοῦ λύκου ῥημάτων.Ὁ μὲν οὖν λέων κατ᾿ αὐτῆς ἐβρυχᾶτο. Ἡ δ᾿ ἀπολογίας καιρὸν αἰτήσασα· « Καὶ τίς σε, ἔφη, τῶν συνελθόντων τοσοῦτον ὠφέλησεν ὅσον ἐγώ, πανταχόσε περινοστήσασα, καὶ θεραπείαν ὑπὲρ σοῦ παρ᾿ ἰατρῶν ζητήσασα καὶ μαθοῦσα; » Τοῦ δὲ λέοντος εὐθὺς τὴν θεραπείαν εἰπεῖν κελεύσαντος, ἐκείνη φησίν· .« Εἰ λύκον ζῶντα ἐκδείρας τὴν αὐτοῦ δορὰν θερμὴν ἀμφιέσῃ. » Καὶ τοῦ λύκου αὐτίκα νεκροῦ κειμένου, ἡ ἀλώπηξ γελῶσα εἶπεν οὕτως· « Οὐ χρὴ τὸν δεσπότην πρὸς δυσμένειαν παρακινεῖν, ἀλλὰ πρὸς εὐμένειαν. »
Ὁ μῦθος δηλοῖ ὅτι ὁ καθ᾿ ἑτέρου μηχανώμενος καθ᾿ ἑαυτοῦ τὴν μηχανὴν περιτρέπει.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.