Friday, August 4, 2017

Μῦθοι Αἰσώπειοι· σϛ', σζ', ση'

Λέων καὶ μῦς <ἀντευεργέτης>


Λέων τις συλλαβὼν μῦα, σπλαγχνισθεὶς ταῖς δεήσεσιν αὐτοῦ λέγοντος ὅτι ὠφέλιμός ποτε τῷ λέοντι ἔσται, ἀπέλυσεν αὐτόν. Ἐπειδὴ δ' ὁ λέων ὑπὸ θηρευτῶν συνελήφθη, ὁ μῦς τρώξας τὸν δέσμον αὐτοῦ  ἀπέλυσε τὸν λέοντα.

Ἀνάγνωσις τοῦ σϛ' μύθου

Λέων καὶ ὄναγρος


Ὄναγρος καὶ λέων ἅμα ἐθήρευον. Λαβόντων δὲ αὐτῶν ζῷα,  ὁ λέων τρία μέρη ποιήσας ἔφη ὅτι τὸ μὲν πρῶτον μέρος εἴῃ τῷ βασιλεῖ τῶν ζῴων, τὸ δὲ δεύτερον αὐτῷ κατὰ κοινωνίαν, καὶ ἄμεινον εἴῃ ἂν μὴ αἰτῆσαι περὶ τοῦ τρίτου μέρους.

Ἀνάγνωσις τοῦ σζ' μύθου

Λέων καὶ ὄνος <ὁμοῦ θηρεύοντες>


Λέων καὶ ὄνος ἅμα θηρεύοντες ἀφίκοντο παρὰ σπήλαιον αἴγων. Ὁ μὲν οὖν ὄνος εἰσελθὼν εἰς τὸ σπήλαιον ἐφθέγξατο, ὁ δὲ λέων κατελάβετο τὰς αἶγας φευγούσας. Αἰτήσαντος δὲ τοῦ ὄνου εἰ ἀνδρείως πράξαι, ὁ λέων ἀποκρινόμενος εἶπε καὶ αὐτὸς φοβηθῆναι ἂν, εἰ μὴ ᾔδει αὐτὸν ὄνον ὄντα

Ἀνάγνωσις τοῦ ση' μύθου


Λέων καὶ μῦς <ἀντευεργέτης>
Λέοντος κοιμωμένου μῦς τῷ σώματι ἐπέδραμεν. Ὁ δὲ ἐξαναστὰς καὶ συλλαβὼν αὐτὸν οἷός τε ἦν καταθοινήσασθαι. Τοῦ δὲ δεηθέντος μεθεῖναι αὐτὸν καὶ λέγοντος ὅτι σωθεὶς χάριτας αὐτῷ ἀποδώσει, γελάσας ἀπέλυσεν αὐτόν. Συνέβη δὲ αὐτὸν μετ᾿ οὐ πολὺ τῇ τοῦ μυὸς χάριτι περισωθῆναι· ἐπειδὴ γὰρ συλληφθεὶς ὑπό τινων κυνηγετῶν κάλῳ ἐδέθη τινὶ δένδρῳ, τὸ τηνικαῦτα ἀκούσας ὁ μῦς αὐτοῦ στένοντος ἐλθὼν τὸν κάλων περιέτρωγε καὶ λύσας αὐτὸν ἔφη· « Σὺ μὲν οὕτω μου τότε κατεγέλασας ὡς μὴ προσδεχόμενος παρ᾿ ἐμοῦ ἀμοιβὴν κομιεῖσθαι· νῦν δὲ εὖ ἴσθι ὅτι ἐστὶ καὶ παρὰ μυσὶ χάρις. »
Ὁ λόγος δηλοῖ ὅτι καιρῶν μεταβολαῖς οἱ σφόδρα δυνατοὶ τῶν ἀσθενεστέρων ἐνδεεῖς γίνονται.
Λέων καὶ ὄναγρος
Θῆρας ἐθήρευον λέων καὶ ὄναγρος, ὁ μὲν λέων διὰ τῆς δυνάμεως ὁ δὲ ὄναγρος διὰ τῆς ἐν ποσὶ ταχύτητος. Ἐπεὶ δὲ ζῷά τινα ἐθήρευσαν, ὁ λέων μερίζει καὶ τίθησι τρεῖς μοίρας, καί· « Τὴν μὲν μίαν, εἶπεν, λήψομαι ὡς πρῶτος· βασιλεὺς γάρ εἰμι· τὴν δὲ δευτέραν, ὡς ἐξ ἰσοῦ κοινωνός· ἡ δὲ τρίτη μοῖρα αὕτη κακὸν μέγα σοι ποιήσει, εἰ μὴ θελήσεις φυγεῖν. »
Ὅτι καλὸν ἑαυτὸν μετρεῖν ἐν πᾶσι κατὰ τὴν ἑαυτοῦ ἰσχὺν καὶ δυνατωτέροις ἑαυτοῦ μὴ συνάπτειν μηδὲ κοινωνεῖν.
Λέων καὶ ὄνος <ὁμοῦ θηρεύοντες>
Λέων καὶ ὄνος κοινωνίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐξῆλθον ἐπὶ θήραν. Γενομένων δὲ αὐτῶν κατά τι σπήλαιον ἐν ᾧ ἦσαν αἶγες ἄγριαι, ὁ μὲν λέων πρὸ τοῦ στομίου στὰς ἐξιούσας παρετηρεῖτο, ὁ δὲ εἰσελθὼν ἐνήλατό τε αὐταῖς καὶ ὠγκᾶτο ἐκφοβεῖν βουλόμενος. Τοῦ δὲ λέοντος τὰς πλείστας συλλαβόντος, ἐξελθὼν ἐπυνθάνετο αὐτοῦ εἰ γενναίως ἠγωνίσατο καὶ τὰς αἶγας ἐξεδίωξεν. Ὁ δὲ εἶπεν· « Ἀλλ᾿ εὖ ἴσθι ὅτι κἀγὼ ἄν σε ἐφοβήθην, εἰ μὴ ᾔδειν σε ὄνον ὄντα. »
Οὕτως οἱ παρὰ τοῖς εἰδόσιν ἀλαζονευόμενοι εἰκότως γέλωτα ὀφλισκάνουσιν.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.