Saturday, December 31, 2016

Μῦθοι Αἰσώπειοι· ριε', ριϛ', ριζ'

Ἔχις καὶ ἀλώπηξ

Variable bush viper

Ἀλώπηξ τις ἰδοῦσα ἔχιν ἐπὶ κλάδοις ἀκανθῶν ὑπὲρ ποταμὸν φερόμενον, οὕτω κακός, ἔφη, ὁ τῆς νεὼς δεσπότης ὥσπερ ἡ ναῦς.

Ἀνάγνωσις τοῦ ριε' μύθου


Ἔχις καὶ ῥίνη


Ἔχις τις εἰς ἐργαστήριον χαλκουργοῦ εἰσελθὼν παρὰ μὲν τῶν σκευῶν σῖτον ἔλαβεν, παρὰ δὲ τῆς ῥίνης τῆς οὐδενὶ διδομένης οὔ.

Ἀνάγνωσις τοῦ ριϛ' μύθου


Ἔχις καὶ ὕδρος


Ἔχις τις βουλόμενος ἐκ λιμνῆς πιεῖν ὑπο τοῦ ἐκεῖ ὕδρου ἐκωλύετο. Οἱ οὖν βάτραχοι παρεκάλεσαν αὐτὸν σύμμαχον γενέσθαι ἐπὶ τὸν ὕδρον. Ἔπειτα  ὁ μὲν ἔχις καὶ ὁ ὕδρος πρὸς ἀλλήλους ἔμαχοντο, οἱ δὲ βάτραχοι μόνον ᾖδον. Τέλος δ' ὁ ἔχις νενικηκὼς ἤρετο τοὺς βατράχους διατί οὐ βοηθήσαιεν. Οἱ δὲ ἀποκρινάμενοι εἶπεν αὐτοὺς φωνῇ εἰωθέναι μάχεσθαι.

Ἀνάγνωσις τοῦ ριζ' μύθου


Ἔχις καὶ ἀλώπηξ
Ἔχις ἐπὶ παλιούρων δέσμῃ ὑπὲρ ποταμὸν παρεφέρετο.Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο αὐτόν, εἶπεν· « Ἄξιος τῆς νηὸς ὁ ναύκληρος. »
Πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐγχειρήσαντα.
Ἔχις καὶ ῥίνη
Ἔχις εἰσελθὼν εἰς χαλκουργοῦ ἐργαστήριον παρὰ τῶν σκευῶν ἔρανον ᾔτει· λαβὼν δὲ παρ᾿ αὐτῶν ἧκε πρὸς τὴν ῥίνην καὶ αὐτὴν παρεκάλει δοῦναί τι αὐτῷ. Ἡ δὲ ὑποτυχοῦσα εἶπεν· « Ἀλλ᾿ εὐηθὴς εἶ παρ᾿ ἐμοῦ τι ἀποίσεσθαι οἰόμενος, ἥτις οὐ διδόναι, ἀλλὰ λαμβάνειν παρὰ πάντων εἴωθα. »
Ὁ λόγος δηλοῖ ὅτι μάταιοί εἰσιν οἱ παρὰ φιλαργύρων τι κερδανεῖν προσδοκῶντες.
Ἔχις καὶ ὕδρος
Ἔχις φοιτῶν ἐπί τινα κρήνην ἔπινεν. Ὁ δὲ ἐνταῦθα οἰκῶν ὕδρος ἐκώλυεν αὐτόν, ἀγανακτῶν ὅτι μὴ ἀρκεῖται τῇ ἰδίᾳ νομῇ, ἀλλὰ καὶ ἐπὶ τὴν αὐτοῦ δίαιταν ἀφικνεῖται. Ἀεὶ δὲ τῆς φιλονεικίας αὐξανομένης, συνέθεντο ὅπως εἰς μάχην ἀλλήλοις καταστῶσι καὶ τοῦ νικῶντος ἥ τε τοῦ ὕδατος καὶ τῆς γῆς νομὴ γίνηται. Ταξαμένων δὲ αὐτῶν προθεσμίαν, οἱ βάτραχοι διὰ μῖσος τοῦ ὕδρου παραγενόμενοι πρὸς τὸν ἔχιν παρεθάρσυνον αὐτόν, ἐπαγγελλόμενοι καὶ αὐτοὶ συμμαχήσειν αὐτῷ. Ἐνστάσης δὲ τῆς μάχης, ὁ μὲν ἔχις πρὸς τὸν ὕδρον ἐπολέμει, οἱ δὲ βάτραχοι μηδὲν περαιτέρω δρᾶν δυνάμενοι μεγάλα ἐκεκράγεισαν. Καὶ ὁ ἔχις νικήσας ᾐτιᾶτο αὐτοὺς ὅτι γε συμμαχήσειν αὐτῷ ὑποσχόμενοι παρὰ τὴν μάχην οὐ μόνον οὐκ ἐβοήθουν, ἀλλὰ καὶ ᾖδον. Οἱ δὲ ἔφασαν πρὸς αὐτόν· « Ἀλλ᾿ εὖ γε ἴσθι, ὦ οὗτος, ὅτι ἡ ἡμετέρα συμμαχία οὐ διὰ χειρῶν, διὰ δὲ μόνης φωνῆς συνέστηκεν. »
Ὁ λόγος δηλοῖ ὅτι, ἔνθα χειρῶν χρεία ἐστίν, ἡ διὰ λόγων βοήθεια οὐδὲν λυσιτελεῖ.

2 comments:

  1. ου συνίημι δια τί "βοηθήσοιεν" εστί. ου κρείττον εστί "βοηθήσαιεν";

    ReplyDelete
  2. Ναί, ἁμαρτία ἐστίν. Χάριν οὖν ἔχω σοι.

    ReplyDelete

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.