Friday, December 9, 2016

Μῦθοι Αἰσώπειοι· ρϛ', ρζ', ρη'

Ἔριφος <ἐπὶ δώματος ἑστὼς> καὶ λύκος


Εἶπεν ὁ λύκος τῷ ἐρίφῳ ἐκ τῆς ὀροφῆς αὐτὸν λοιδοροῦντι· μᾶλλον ὁ ἀσφαλὴς τόπος λοιδορεῖ με ἢ σύ.

Ἀνάγνωσις τοῦ ρϛ' μύθου
Ἔριφος καὶ λύκος <αὐλῶν>

Lupus et Haedus Saltans

Ἔριφός τις ὑπὸ λύκου διωκόμενος ᾔτησε τὸν ἐχθρὸν αὐλεῖν ἵνα αὐτὸς ὀρχοῖτο πρὶν ἀποθανεῖν. Ὁ μὲν λύκος ηὔλει, οἱ δὲ κύνες ἀκούσαντες καὶ ἐλθόντες ἔσωσαν τὸν ἔριφον.

Ἀνάγνωσις τοῦ ρζ' μύθου

Ἑρμῆς καὶ ἀγαλματοποιός

Mercurius et Statuarius

Ὁ Ἑρμὴς ἐν μορφῇ ἀνθρώπου μεταβαλλόμενος ἤρετο ἀγαλματογλύφον τινὰ ὁπόσου τὰ τῶν θεῶν ἀγάλματα εἴη. Τὸ μὲν τοῦ Διός, δραχμῆς, ἔφη ὁ ἀνήρ, τὸ δὲ τῆς Ἥρας, μείζονος, τὸ δὲ τοῦ Ἑρμοῦ, ἐὰν πάντα ἀγοράσῃς, οὐδενός.

Ἀνάγνωσις τοῦ ρη' μύθου


Ἔριφος <ἐπὶ δώματος ἑστὼς> καὶ λύκος
Ἔριφος ἐπί τινος δώματος ἑστώς, ἐπειδὴ λύκον παριόντα εἶδεν, ἐλοιδόρει καὶ ἔσκωπτεν αὐτόν. Ὁ δὲ λύκος ἔφη· « Ὦ οὗτος, οὐ σύ με λοιδορεῖς, ἀλλ᾿ ὁ τόπος. »
Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων.
Ἔριφος καὶ λύκος <αὐλῶν>
Ἔριφος ὑστερήσας ἀπὸ ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεὶς δὲ ὁ ἔριφος λέγει τῷ λύκῳ· « Πέπεισμαι, λύκε, ὅτι σὸν βρῶμά εἰμι· ἀλλ᾿ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλησον, ὅπως ὀρχήσωμαι ». Αὐλοῦντος δὲ τοῦ λύκου καὶ ὀρχουμένου τοῦ ἐρίφου, οἱ κύνες ἀκούσαντες καὶ ἐξελθόντες κατεδίωκον τὸν λύκον. Ἐπιστραφεὶς δὲ ὁ λύκος λέγει τῷ ἐρίφῳ· « Ταῦτα ἐμοὶ καλῶς γίνεται· ἔδει γάρ με μακελλάριον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι. »
Οὕτως οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες καὶ ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται.
Ἑρμῆς καὶ ἀγαλματοποιός
Ἑρμῆς βουλόμενος γνῶναι ἐν τίνι τιμῇ παρὰ ἀνθρώποις ἐστίν, ἧκεν ἀφομοιωθεὶς ἀνθρώπῳ εἰς ἀγαλματοποιοῦ ἐργαστήριον. Καὶ θεασάμενος Διὸς ἄγαλμα ἐπυνθάνετο πόσου. Εἰπόντος δὲ αὐτοῦ ὅτι δραχμῆς, γελάσας ἠρώτα τὸ τῆς Ἥρας πόσου. Εἰπόντος δὲ ἔτι μείζονος, θεασάμενος καὶ αὑτοῦ ἄγαλμα ὑπέλαβεν ὅτι αὐτόν, ἐπειδὴ καὶ ἄγγελός ἐστι καὶ ἐπικερδής, περὶ πολλοῦ ποιοῦνται οἱ ἄνθρωποι. Διόπερ ἐπυνθάνετο ὁ Ἑρμῆς πόσου, καὶ ὁ ἀγαλματογλύφος ἔφη· « Ἀλλ᾿ ἐὰν τούτους ἀγοράσῃς, τοῦτόν σοι προσθήκην δώσω. »
Πρὸς ἄνδρα κενόδοξον ἐν οὐδεμίᾳ μοίρᾳ παρὰ τοῖς ἄλοις ὄντα ὁ λόγος ἁρμόζει.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.