Saturday, December 17, 2016

Μῦθοι Αἰσώπειοι· ρθ', ρι', ρια'

Ἑρμῆς καὶ Γῆ 


Ἄγαγε τὼ ἀνθρώπω νῦν πεπλασμένω ἐπὶ τὴν Γήν, ἔφη ὁ Ζεῦς τῷ Ἑρμῷ, ἵνα ποιήσωνται σπήλαιον. Ἡ μὲν Γὴ ἐκώλυεν αὐτούς, ὁ δ' Ἑρμῆς εἶπεν ὅτι θέλημα τοῦ Διὸς εἴη. Ἔστω οὖν, ἔφη ἡ Γῆ, ἀλλὰ πολὺ κάμνοντες ὀρύξουσί με.

Ἀνάγνωσις τοῦ ρθ' μύθου

Ἑρμῆς καὶ Τειρεσίας


Ὁ Ἑρμῆς, κλέψας τοὺς τοῦ Τειρεσίου τοὺ μάντεως βοῦς ὡς πειρασόμενος τὴν τέχνην τούτου, παρεγένετο ἐν ἀνθρωπίνῃ μορφῇ παρὰ αὐτῷ. Ὁ δὲ Τειρεσίας, ἀκούσας τῆς κλοπῆς, παρεκάλεσε τὸν Ἑρμὴν εἰπεῖν ὅποιον ὄρνιν ὁρῴη. Ὁ μὲν πρῶτον λέγει αἐτὸν  ἐξ εὐωνύμων εἰς δεξιὰ πέτεσθαι. Ἀλλὰ τοῦτο οὐδέν ἐστι κατὰ τὸν Τειρεσίαν. Ἐπεῖτα δὲ ὁ Ἑρμῆς ὁρᾷ κορώνην βλέπουσαν ἄνω καὶ κάτω. Ὁ οὖν Τειρεσίας ἔγνω τὸν ὄρνιν ὀμνύντα τόν τε οὐρανὸν καὶ τὴν γῆν ὅτι ὁ Ἑρμῆς τὴν ἀλήθειαν οἶδεν.

Ἀνάγνωσις τοῦ ρι' μύθου

Ἑρμῆς καὶ τεχνῖται


Διατί πάντες μὲν οἱ τεχνῖται ψευδεῖς εἰσι, μάλιστα δ' ὁ σκυτεύς; Ὅτι, τοῦ Διὸς ἐπιτάξαντος, ὁ Ἑρμῆς, φάρμακον ψεύδους ποιήσας, ἐκείνοις μὲν τὸ ἴσον μέρος ἔδωκεν. Τέλος δὲ οὗτος ἐδέξατο τὸ λοιπὸν τοῦ φαρμάκου.

Ἀνάγνωσις τοῦ ρια' μύθου


Ἑρμῆς καὶ Γῆ
Ζεὺς πλάσας ἄνδρα καὶ γυναῖκα ἐκέλευσεν Ἑρμῆν ἀγαγεῖν αὐτοὺς ἐπὶ τὴν Γῆν καὶ δεῖξαι ὅθεν ὀρύξαντες σπήλαιον ποιήσουσι. Τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος, ἡ Γῆ τὸ μὲν πρῶτον ἐκώλυεν. Ὡς δὲ Ἑρμῆς ἠνάγκαζε λέγων τὸν Δία προστεταχέναι, ἔφη· « Ἀλλ᾿ ὀρυσσέτωσαν ὅσον βούλονται· στένοντες γὰρ αὐτὸ καὶ κλαίοντες ἀποδώσουσι. »
Πρὸς τοὺς ῥᾳδίως δανειζομένους, μετὰ λύπης δὲ ἀποδιδόντας ὁ λόγος εὔκαιρος.
Ἑρμῆς καὶ Τειρεσίας
Ἑρμῆς βουλόμενος τὴν Τειρεσίου μαντικὴν πειρᾶσαι εἰ ἀληθής ἐστι, κλέψας αὐτοῦ τοὺς βόας ἐξ ἀγροῦ, ἧκε πρὸς αὐτὸν εἰς ἄστυ, ὁμοιωθεὶς ἀνθρώπῳ, καὶ ἐπεξενώθη παρ᾿ αὐτῷ. Παραγγελθείσης δὲ τῷ Τειρεσίᾳ τῆς τοῦ ζεύγους ἀπωλείας, παραλαβὼν τὸν Ἑρμῆν, ἧκεν εἰς τὸ προαστεῖον, οἰωνόν τινα περὶ τῆς κλοπῆς σκεψόμενος, καὶ τούτῳ παρῄνει λέγειν ὅ τι ἂν θεάσηται ὄρνεον. Καὶ ὁ Ἑρμῆς τὸ μὲν πρῶτον θεασάμενος ἀετὸν ἐξ ἀριστερῶν ἐπὶ δεξιὰ παριπτάμενον, ἀπήγγειλεν αὐτῷ. Τοῦ δὲ εἰπόντος μὴ πρὸς αὐτοὺς τοῦτον εἶναι, ἐκ δευτέρου ἰδὼν κορώνην ἐπί τινος δένδρου καθημένην, καὶ ποτὲ μὲν ἄνω βλέπουσαν, ποτὲ δὲ εἰς γῆν κύπτουσαν, ἐδήλωσεν αὐτῷ. Ὁ δὲ ὑποτυχὼν ἔφη· « Ἀλλ᾿ αὕτη γε ἡ κορώνη διόμνυται τόν τε Οὐρανὸν καὶ τὴν Γῆν ὅτι, ἂν σὺ θέλῃς, τοὺς ἐμαυτοῦ βόας ἀπολήψομαι. »
Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην.
Ἑρμῆς καὶ τεχνῖται
Ζεὺς Ἑρμῇ προσέταξε πᾶσι τοῖς τεχνίταις ψεύδους φάρμακον χέαι. Ὁ δὲ τοῦτο τρίψας καὶ μέτρον ποιήσας ἴσον ἑκάστῳ ἐνέχει. Ἐπεὶ δέ, μόνου τοῦ σκυτέως ὑπολειφθέντος, πολὺ φάρμακον κατελείπετο, λαβὼν ὅλην τὴν χύσιν κατ᾿ αὐτοῦ κατέχεεν. Ἐκ τούτου συνέβη τοὺς τεχνίτας πάντας ψεύδεσθαι, μάλιστα δὲ πάντων τοὺς σκυτέας.
Πρὸς ἄνδρα ψευδολόγον ὁ λόγος εὔκαιρος.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.