Friday, July 29, 2016

Μῦθοι Αἰσώπειοι· μθ', ν', να'

Ἀνὴρ καὶ γυνὴ <ἀργαλέα> 

Rip Van Winkle scolded by his wife

Αὑτὴ ἡ γύνη οὕτως δύσκολός ἐστιν ὥστε καὶ οἱ ἐλάχιστον χρόνον διατρίβοντες μισοῦσιν αὐτήν. Ταλαίπωρος ἄρα ὁ ἀνήρ.


Ἀνὴρ κακοπράγμων

BirdInHand

Ὁ μὲν ἀνὴρ ἤρετο τὸν ἐν Δελφοῖς θεὸν πότερον τὸ ἐν τοῖν χεροῖν αὐτοῦ στρουθίον ζῴην ἢ οὔ. Ἡ δὲ ἀπόκρισις, ἔφη ὁ μάντις,  ἐν ταῖς χερσίν σού ἐστιν.

Ἀνάγνωσις τοῦ ν' μύθου


Ἀνὴρ κομπαστής


Δεῖξον νῦν ἡμῖν, ὦ τᾶν, πότερον ἀληθῶς δύνασαι ἐνταῦθα πηδᾶν ὡς ἐν τῇ Ῥόδῳ καὶ πιστεύσομέν σοι.

Ἀνάγνωσις τοῦ να' μύθου


Ἀνὴρ καὶ γυνὴ <ἀργαλέα>
Ἔχων τις γυναῖκα πρὸς πάντας τοὺς οἰκείους λίαν τὸ ἦθος ἀργαλέαν ἠβουλήθη γνῶναι εἰ καὶ πρὸς τοὺς πατρῴους οἰκέτας ὁμοίως διάκειται· ὅθεν μετὰ προφάσεως εὐλόγου πρὸς τὸν πατέρα αὐτὴν ἔπεμψε. Μετὰ δὲ ὀλίγας ἡμέρας ἀνελθούσης αὐτῆς ἐπυνθάνετο πῶς αὐτὴν οἱ οἰκεῖοι προσεδέξαντο. Τῆς δὲ εἰπούσης. « Οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεβλέποντο, » ἔφη πρὸς αὐτήν· « Ἀλλ᾿ ὦ γύναι, εἰ τούτοις ἀπήχθου οἱ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων οἷς πᾶσαν τὴν ἡμέραν συνδιέτριβες; »
Οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα καὶ ἐκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζονται.
Ἀνὴρ κακοπράγμων
Ἀνὴρ κακοπράγμων συνορισάμενος πρός τινα ψευδὲς ἐπιδείξειν τὸ ἐν Δελφοῖς μαντεῖον, ὡς ἐνέστη ἡ προθεσμία, λαβὼν στρουθίον εἰς τὴν χεῖρα καὶ τοῦτο τῷ ἱματίῳ σκεπάσας, ἧκεν εἰς τὸ ἱερὸν καὶ στὰς ἀντικρὺς ἐπηρώτα ποτερόν τι ἔμπνουν ἔχει μετὰ χεῖρας ἢ ἄψυχον, βουλόμενος, ἐὰν μὲν ἄψυχον εἴπῃ, ζωὸν τὸ στρουθίον ἐπιδεῖξαι, ἐὰν δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. Καὶ ὁ θεὸς συνεὶς αὐτοῦ τὴν κακότεχνον γνώμην εἶπεν· « Ἀλλ᾿ ὦ οὗτος, πέπαυσο· ἐν σοὶ γάρ ἐστι τοῦτο ὃ ἔχεις ἢ νεκρὸν εἶναι ἢ ἔμψυχον. »
Ὁ λόγος δηλοῖ ὅτι τὸ θεῖον ἀπαρεγχείρητόν ἐστι.
Ἀνὴρ κομπαστής
Ἀνὴρ πένταθλος ἐπὶ ἀνανδρίᾳ ἑκάστοτε ὑπὸ τῶν πολιτῶν ὀνειδιζόμενος, ἀποδημήσας ποτὲ καὶ μετὰ χρόνον ἐπανελθών, ἀλαζονευόμενος ἔλεγεν ὡς πολλὰ καὶ ἐν ἄλλαις πόλεσιν ἀνδραγαθήσας, ἐν τῇ Ρόδῳ τοιοῦτον ἥλατο πήδημα ὡς μηδένα τῶν Ὀλυμπιονικῶν ἐφικέσθαι· καὶ τούτου μάρτυρας ἔφασκε παρέξεσθαι τοὺς παρατετυχηκότας, ἂν ἄρα ποτὲ ἐπιδημήσωσι. Τῶν δὲ παρόντων τις ὑποτυχὼν ἔφη πρὸς αὐτόν· « Ἀλλ', ὦ οὗτος, εἰ τοῦτο ἀληθές ἐστι, οὐδὲν δεῖ σοι μαρτύρων· αὐτοῦ γὰρ καὶ Ῥόδος καὶ πήδημα. »
Ὁ λόγος δηλοῖ ὅτι ὧν πρόχειρος ἡ δι' ἔργων πεῖρα, περὶ τούτων πᾶς λόγος περιττός ἐστι.

2 comments:

  1. ὠφελιμαί εἰσιν αἱ παράφρασείς σου. πρῶτον γὰρ ἀναγίγνοντος μοῦ ταύτας, εὕκοποι γίγνονται οἱ μῦθοι. χάριν οὖν οἴδαμεν.

    ReplyDelete
  2. Καὶ χάριν σοι ἕνεκα τῶν ἡδέων λόγων σου, ὦ Μᾶρκε.

    ReplyDelete

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.