Friday, July 22, 2016

Μῦθοι Αἰσώπειοι· μϛ', μζ', μη'

Ἀνὴρ ἀδύνατα ἐπαγγελλόμενος

Maximov Sick Husband

Ἀνήρ τις νοσῶν ὑπισχνεῖται τοῖς θεοῖς θύσειν ἑκατὸν βόας ἵνα σώσωσιν αὐτόν. Ἡ δὲ γυνὴ ἀπορεῖ ὅτι τοῦτο ἀδύνατον αὐτοῖς πένησιν οὖσιν. Ὁ δ' ἀποκρινάμενος λέγει αὐτῇ· μὴ μερίμνα, γύναι. Οὐ γὰρ σωθήσομαι.

Ἀνάγνωσις τοῦ μϛ' μύθου

Ἀνὴρ δειλὸς καὶ κόρακες

The book of British ballads (1842) (14802638593)

Ἄνθρωπός τις εἰς πόλεμον περευόμενος λίαν ἐφοβεῖτο τοὺς κόρακας φθεγγομένους. Τέλος δὲ ἐθάρσησέ τι ὅτι οἱ ὄρνιθες οὐ δύνανται φαγεῖν αὐτόν.

Ἀνάγνωσις τοῦ μζ' μύθου


Ἀνὴρ <δηχθεὶς ὑπὸ μύρμηκος> καὶ Ἑρμῆς


Lekythos of Hermes

Οἱ μὲν θεοὶ οὐ φείδονται τῶν ἐν νηῒ καταβαινούσῃ,καὶ  τῶν δικαίων  τῶν ἀδίκων. Ὁ δὲ ἀνὴρ ὁ μεμφθεὶς αὐτούς, ἑνὸς μύρμηκος δακόντος, ἀποκτείνει πάντας τοὺς μύρμηκας. Διὰ τοῦτο ὁ Ἑρμῆς τῷ κηρυκείῳ πλήσσει αὐτόν.

Ἀνάγνωσις τοῦ μη' μύθου


Ἀνὴρ ἀδύνατα ἐπαγγελλόμενος
Ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ ἀπὸ τῶν ἰατρῶν ἀπηλπίσθη, τοῖς θεοῖς ηὔχετο ἑκατόμβην ποιήσειν ἐπαγγελλόμενος καὶ ἀναθήματα καθιερώσειν, ἐὰν ἐξαναστῇ. Τῆς δὲ γυναικὸς (ἐτύγχανε γὰρ αὐτῷ παρεστῶσα) πυνθανομένης· « Καὶ πόθεν αὐτὰ ἀποδώσεις; » ἔφη· « Νομίζεις γάρ με ἐξαναστήσεσθαι, ἵνα καὶ ταῦτά με οἱ θεοὶ ἀπαιτήσωσιν; »
Ὁ λόγος δηλοῖ ὅτι ταῦτα ῥᾴδιον ἄνθρωποι κατεπαγγέλλονται ἃ τελέσειν ἔργῳ οὐ προσδοκῶσιν.
Ἀνὴρ δειλὸς καὶ κόρακες
Ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει. Φθεγξαμένων δὲ κοράκων, τὰ ὅπλα θεὶς ἡσύχαζεν, εἶτ᾿ ἀναλαβὼν αὖθις ἐξῄει, καὶ φθεγγομένων πάλιν, ὑπέστη καὶ τέλος εἶπεν· « Ὑμεῖς κεκράξεσθε μὲν ὡς δύνασθε μέγιστον· ἐμοῦ δὲ οὐ γεύσεσθε. »
Ὁ μῦθος περὶ τῶν σφόδρα δειλῶν.
Ἀνὴρ <δηχθεὶς ὑπὸ μύρμηκος> καὶ Ἑρμῆς
Ναῦν ποτε μετὰ τῶν ἀνδρῶν βυθισθεῖσαν ἰδών τις ἀδίκως ἔλεγε τοὺς θεοὺς κρίνειν· δι᾿ ἕνα γὰρ ἀσεβῆ συναπώλοντο καὶ ἀναίτιοι. Ταῦτα αὐτοῦ λέγοντος, μυρμήκων πολλῶν ὄντων ἐν τῷ τόπῳ ἐν ᾧ ἔτυχεν ἱστάμενος, συνέβη ὑφ᾿ ἑνὸς δηχθῆναι τοῦτον. Ὁ δὲ ὑφ᾿ ἑνὸς δηχθεὶς συνεπάτησε τοὺς πάντας. Ἑρμῆς δὲ ἐπιστὰς αὐτῷ καὶ τῇ ῥάβδῳ παίων εἶπεν· « Εἶτα οὐκ ἀνέχῃ σὺ τοὺς θεοὺς δικαστὰς εἶναι οἷος εἶ σὺ τῶν μυρμήκων; »
Ὅτι μηδεὶς θεοῦ βλασφημείτω, συμφορᾶς ἐπελθούσης, μᾶλλον δὲ σκοπείτω τὰς οἰκείας ἁμαρτίας.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.