Friday, February 5, 2016

Τί ποιήσω;

Henry Holiday - Dante meets Beatrice
Ὁ Δάντης ἰδὼν τὴν  βεάτρικα οὐκ οἶδε τί ποιήσει. 
Νῦν ὁ νεανίας ἐπιθυμῶν τῆς καλῆς κόρης ἐρωτᾷ τὸν φίλον τί ποιήσει. Ὁ γὰρ πόθος οὐκ ἐᾷ αὐτὸν ἐννοεῖν. Ἀκούσατε οὖν τὸ τετταρακοστὸν καὶ ὄγδοον δίδαγμα.

Ἀνάγνωσις τοῦ μη' διδάγματος


τί ποιεῖν διανοεῖ;
τί μέλλεις δρᾶν;
χρηστόν τι συμβούλευσον!
τί ποιήσω;
οἶμαί σοι τοῦτο μεταμελήσειν.
εὐλαβοῦ μὴ ἐκφύγῃ σ’ ἐκείνη.
σὸν ἔργον τἆλλα ποιεῖν.
τί οὖν κελεύεις δρᾶν με;
δεῖ διαλέγεσθαι αὐτῇ, ὅταν τύχῃς.
τοῦτ’ αὐτὸ γὰρ καὶ βούλομαι.
ἀλλ’ οὐκ ἔστι πω ἐν τούτῳ τὰ πράγματα.
ἔνι κίνδυνος ἐν τῷ πράγματι.
χαλεπὸν τὸ πρᾶγμα!
μὴ φροντίσῃς.
μὴ δέδιθι.
μηδὲν δέδιθι, ὦ τάν.
οὐδὲν (γὰρ) πείσει.
οὐ τοὐμὸν ἐμποδὼν ἔσται, ὦ τάν.
μελήσει μοι τοῦτό γε.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.