Friday, February 5, 2016

Ἵμερος ἢ πόθος

She will pass me by
Τὸ πόθος τῆς κόρης λυπεῖ τὸν νεανίσκον.
Ὥσπερ οἱ ἐν τῷ τετταρακοστῷ καὶ ἑβδόμῳ διδάγματι, οὕτω πάντες ἡμεῖς διὰ τὸ ἵμερον καλῆς κόρης τινὸς ἐμάνημέν τοτε. Ἀκούσατε οὖν.

Ἀνάγνωσις τοῦ μζ' διδάγματος


τί οὖν ἐρεῖς περὶ τῆς μείρακος;
λῆρός ἐστι τἆλλα πρὸς Ἄνναν.
ἵμερός με (πόθος με) διαλυμαίνεται Ἄννης.
ὢ τί λέγεις;
ἐθαύμασας;
τί ἐθαύμασας;
ὡς ἄχθομαι αὐτῆς ἀπούσης!
μὴ ἄφρων γένῃ!
πάνυ πολύς μοι δοκεῖ εἶναι χρόνος, ὅτι οὐχ ὁρῶ αὐτὴν τοιαύτην οὖσαν.
οὐκ ἐνθάδε ἐστίν.
ἀλλ’ ἔρχεται.
ἡδὶ προσέρχεται!
νῦν γε ἤδη καθορῶ αὐτήν.
ἥκει ἐπιεικῶς πάλαι.
ἄτοπον τουτὶ πρᾶγμα!
τί πάσχεις;
οὐχ ὁρᾷς; Ν. ακολουθεῖ κατόπιν αὐτῆς καὶ ἀσπάζεται!
ὀλίγον μοι μέλει.
ἡ δὲ δεξιοῦται αὐτόν.
οἴμοι κακοδαὶμων!
οὐ δοκεῖ ὁρᾶν σε.
ἐνέβαλε τὴν δεξιάν.
ταύτην μὲν ἔα χαίρειν!
ἀλλ’ εἶμι· προσερῶ γὰρ τὴν τηθίδα.
ἐγὼ δὲ προσείρηκα αὐτήν.
καλῶς γε οὐ προσεἶπάς με!

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.