Friday, February 26, 2016

Καθῆσθαι. Στῆναι

Pompeii family feast painting Naples
Ὁ παῖς φέρει πιεῖν τῷ ἀνδρὶ τῷ καθημένῳ.
Ἀκούσατε ἐν τῷ πεντηκοστῷ καὶ ἑβδόμῳ διδάγματι πῶς χρώμεθα τοῖς ῥήμασι περὶ τοῦ καθίζειν καὶ τοῦ ἀνίστασθαι.

Ἀνάγνωσις τοῦ νζ' διδάγματος


ἀποδύου!
καὶ δὴ ἐκδύομαι.
ποῦ καθιζησόμεθα;
κάθησθε!
κάθιζε!
εἰ ταῦτα δοκεῖ!
ἰδού· κάθημαι.
κάθημαι ’γὼ πάλαι.
οὐ καθίζεις ἐν καλῷ.
οὐκ ἔχεις καταφαγεῖν;
βούλει παραθῶ σοι δόρπον;
αἰτῶ λαβεῖν τιν’ ἄρτον καῖ κρέας.
ἥκω φέρων πιεῖν.
δός μοι πιεῖν.
ἰδού.
ἀδικεῖς ἐνθάδε καθήμενος.
ἀνίστασο!
οὔκουν ἀναστήσει ταχύ, πρὶν τινά σ’ἰδεῖν;
ἀνίστασο ὀρθός.
στῆθι.
ταῦτα, ὦ λοχαγέ!

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.