Friday, February 12, 2016

Ἀγαθὴ τύχη ἐν τῷ ἐρᾶν.

Siemiradzki-Za przykładem bogów
Ὁ νεανίσκος καταφιλεῖ τὴν κόρην.
Τελὸς δὴ ὁ νεανίας ἐρρωμένος λαλεῖ πρὸς τὴν κόρην. Ἡ δὲ κόρη φιλεῖ αὐτόν. Οὕτω γὰρ ἀκούεται ἐν τῷ πεντηκοστῷ διδάγματι.

Ἀνάγνωσις τοῦ ν' διδάγματος


ἐραστής εἰμι σός.
τί λέγεις;
τί τοῦτο λέγεις;
ὁτιὴ φιλῶ σε.
εἴπερ ὄντως ἐκ τῆς καρδίας με φιλεῖς, πρόσειπε τὴν μητέρα μου.
δός μοι κύσαι. (δὸς κύσαι.)
κύσον με, ἀντιβολῶ!
φέρε, σε κύσω!
οἴμοι, οἱ ἄλλοι ὅπως μή μ’ ὄψονται!
αὐτοὶ γάρ ἐσμεν.
παῦε! παῦε!
ὡς ἥδομαι!
δός μοι τὴν χεῖρα τὴν δεξιάν.
οὐδέποτε σ’ ἀπολείψειν φημί!

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.