Saturday, December 26, 2015

Τὸ μεταβάλλειν

Τοῦτο  τὸ βιβλίον ἔχει τάς τε πράξεις τῶν ἀποστόλων ἐν τῇ Ἑλλινικῇ καὶ τὴν μεταγραφὴν ἐν τῇ Ῥωμαϊκῇ. .  
Ἐν τῷ εἰκοστῷ καὶ ὀγδόῳ διδάγματι ἀκούομεν χρήσιμά τινα περὶ τοῦ μεταβάλλειν ἢ τοῦ μεταγράφειν. 

Ἀνάγνωσις τοῦ κη' διδάγματος


ζητήσατε τὸ περὶ Σωκράτους λαβόντες τὸ βιβλίον. ἐστὶ δὲ τὸ ἑκατοστὸν καὶ ἕβδομον.
ἀλλὰ προσέχετε τὸν νοῦν.
λέγωμεν ἑλληνικῶς ταῦτα μεταβάλλοντες.
ἴθι δὴ, λέγε, ὦ Ν.
ταῦτά μ’ ἤρεσας λέγων.
τίς σ’ ἐδίδαξε τὴν ἑλληνικὴν φωνήν;
λέγε.
τοῦτ’ αὖ δεξιόν.
λέγε δὴ σύ, ὦ ’γαθέ.
τοῦτ’ ἐστ’ Ἰωνικὸν τὸ ῥῆμα.
Ἰωνικῶς λέγεις;
φέρε δὴ, τί λέγεις;
ἀλλ’ ἀνύσας λέγε!
σύγ’ οὐδὲν εἶ.
δικαίως δὲ τοῦτό σοι λέγω.
σὺ γὰρ οὐδὲ τρία ῥήματα ἑλληνικῶς εῖπεῖν οἷός τ’ εἶ πρὶν ἁμαρτεῖν.
παῦε!
καὶ μεταγράφετε αὐτὸ τοῦτο ἑλληνιστί!
καὶ τὸ ἑξῆς.
μανθάνετε;
πάνυ μανθάνομεν.
τὸ ἔργον.
λαβὲ τὸ βιβλίον καὶ λέγε!
ἐς κόρακας! ὡς ἄχθομαι, ὁτιὴ ἐπελαθόμην τοὺς χάρτας (τὸ βιβλίον) προσφέρειν.
χρῆσόν τί μοι γραφεῖον καὶ χάρταν.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.