Friday, December 11, 2015

Τὸ γράφειν

Herkulaneischer Meister 002
Αὑτὴ ἡ εἰκὼν ἐν Πομπήιοις εὑρεθεῖσα δείκνυσι κόρην τινὰ ἔχουσαν γραφεῖον καὶ πίνακα. 
Τὸ εἰκοστὸν καὶ τρίτον δίδαγμα ἔχει διάλογον μεταξὺ διδασκάλου καὶ μαθητοῦ. Τὸ δὲ τοῦ μαθητοῦ ἔργον οὐκ ἀρέσκει τῷ διδασκάλῳ. 

Ἀνάγνωσις τοῦ κγ' διδάγματος


φέρ’ ἴδω, τί οὖν ἔγραψες.
ἰδού.
ἐστὶ δὲ περὶ τοῦ τὰ γεγραμμένα;
φέρε τὸ βιβλίον, ἵν’ ἀναγνῶ.
φέρ’ ἴδω, τί ἔνεστιν.
ἔχεις κυκλομόλυβδον;
τὸ ῥῶ τουτὶ μοχθηρόν.
τουτὶ τί ποτ’ ἐστὶ γράμμα;
οὐκ ἐπιμελὴς εἶ.
αὐτὸς σὺ ταῦτα ἔγραφες;
συντέτακται μὲν ταῦτα ὑπ’ ἐμοῦ, διώρθωται δὲ ὑπὸ τοῦ πατρός.
ἦ πάντα ἐπελήλυθας κοὐδὲν παρῆλθες;
δοκεῖ γοῦν μοι.
οὐκ ἔνεστι τοῦτο.
οὐκ ἐκάθευδον τὴν νύκτα, ἀλλὰ διεπονούμην πρὸς φῶς περὶ τὸν λόγον.
τοὺς τρόπους σου ἐπίσταμαι.
ἐνταῦθα δὶς ταὐτὸν εἶπες!
εὐθὺς ἡμάρτηκας θαυμασίως ὡς.
ἔχει τὸ σὸν εἴκοσιν ἁμαρτίας.
πολλά σε λανθάνει.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.