Friday, December 18, 2015

Οὐκ ὀρθαὶ ἀποκρίσεις

Teaching Bucharest 1842
Λέγε, ὦ ’γαθέ!
Ὁ μὲν διδάσκαλος ἐρωτᾷ τὸν μαθητήν. Ὁ δὲ μαθητὴς οὐκ ὀρθῶς ἀποκρίνεται. Διὰ τοῦτο  ὁ διδάσκαλος ὀργιζόμενος μέμφεται αὐτόν. Ἀκούσατε οὖν τὸ εἰκοστὸν καὶ πέμπτον δίδαγμα.

Ἀνάγνωσις τοῦ κε' διδάγματος


πρόσεχε τὸν νοῦν.
ἀπόκριναι, ἅττ’ ἂν ἔρωμαι.
ἀπόκριναι σαφῶς!
ἀποκινδύνευε λεπτόν τι καὶ σοφὸν λέγειν.
λέγοις ἃν ἄλλο.
λέγε, ὦ ’γαθέ!
ἀλλ’ οὐκ ἔχειν ἔοικας, ὅτι λέγῃς.
τί σιωπᾷς;
εἰπέ μοι, ὅτι λέγεις.
τί ταῦτα ληρεῖς;
ἄλλως φλυαρεῖς.
οὐ ταὐτόν, ὦ τάν!
οὐ τοὖτ’ ἐρωτῶ σε.
καὶ μὴν ἐπερωτηθεὶς ἀπόκριναί μοι.
δι’ αἰνιγμῶν λέγεις.
σπουδάζεις ταῦτα ἢ παίζεις;
οὐδὲν λέγεις!
σίγα!
σιώπα!
οὐ σιγήσει;
ὦ μῶρε σύ!

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.