Friday, December 4, 2015

Τὸ δεῖπνον

Apicius1709fr
Οἱ δοῦλοι παρασκευάζουσι τὸ δεῖπνον. Ἔμπροσθεν μέν ἐστι κρέα λαγῷα. Ὄπισθεν δ' ὁρῶμεν ὀρνίθεια. Παῖς τις φέρει κρέα ὠπτημένα μετὰ γεωμήλων καὶ λαχανικοῦ εἰς τὴν τράπεζαν
Τέλος ἐν τῷ εἰκοστῷ διδάγματι αὐκούομεν περὶ δείπνου. Οἱ μὲν ἄνθρωποι  ἐσθίουσι διὰ τοῦ δείπνου κρέα μετὰ γεωμήλων καὶ λαχανικοῦ καὶ καταχύσματος. Ἔπειτα διὰ τοῦ ἐπιδείπνου ἔχουσι πλακοῦς καὶ τυρός καὶ πόπανα. Διὰ δὴ παντός ἐστιν οἶνος.

Ἀνάγνωσις τοῦ κ' διδάγματος


ἐπ’ ἄριστον καλῶ σε.
ἐπ’ ἄριστον μ’ ἐκάλεσεν.
εὐωχησόμεθα ἡμεῖς γε.
ἐλογιζόμην ἐγώ σε παρέσεσθαι.
ἀριστᾷ.
πάρεστι κρέα ὠπτημένα.
γεώμηλα καὶ λαχανικόν.
(κρέα) μόσχεια.
βόεια.
χοίρεια.
πάρεστι (κρέα) ἄρνεια μετὰ γεωμήλων.
ἐρίφεια.
κωλῆ.
λαγῷα.
ὀρνίθεια.
ἐγχέλεια.
οὐ χαίρω ἐγχέλσιν, ἀλλ’ ἥδιον ἃν φάγοιμι ὀρνίθεια.
ταῦτα γὰρ ἥδιστ’ ἐσθίω.
τοῦτο χθὲς ἔφαγον.
φέρε δεῦρο κίχλας ἐμοί!
γεῦσαι λαβὼν!
φάγε τουτί!
μὰ τὸν ∆ία, οὐ γὰρ οὐδαμῶς μοι σύμφορον.
ἔντραγε τουτί!
οὐ προσαναγκάζομεν οὐδαμῶς.
τὰ κρέα ἥδιστά ἐστιν.
ὡς ἡδύ!
ὡς ἡδὺ τὸ κατάχυσμα!
ἕν ἔτι ποθῶ.
δός μοι δῆτα ὀλίγον τι ἄρτου!
καὶ χορδῆς τι καὶ ἔτνος πίσινον.
τὸ ἐπίδειπνον.
τί ἐπιδειπνήσομεν;
παράθες ἔτι ὀλίγον τι ἄρτου πυρίνου μετὰ τυροῦ ἑλβητικοῦ.
πόπανα πέττεται.
λαβὲ καὶ πλακοῦντος πίονος τόμον.
κάλλιστα· ἐπαινῶ.
κἀμοί γ’ ἅλις.
φέρ’ οἶνον (λευκόν, ἐρυθρόν)
ὀσμὴν ἔχει ὁ οἶνος ὁδί.
ἡδέως πίνω τὸν οἶνον τονδί.
οἶνός ἐστι περιλελειμμένος.
πόσον τι;
ὑπὲρ ἥμισυ.
τί χρήσομαι τούτῳ;
ἴθι λαβὼν τοῦτο.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.