Saturday, December 26, 2015

Ἔπαινος καὶ μέμψις

3 Odysseus und Diomedes Neues Palais Sanssouci Steffen Heilfort
Τυδεΐδη μήτ᾽ ἄρ με μάλ᾽ αἴνεε μήτέ τι νείκει:
εἰδόσι γάρ τοι ταῦτα μετ᾽ Ἀργείοις ἀγορεύεις.


Ὁ μὲν Ὀδυσσεὺς οὐ θέλει τὸν Διομήδη οὔτε ἐπαινεῖν οὔτε μέμφεσθαι αὐτόν. Τοῦτο δὲ οὐ μέλει τῷ διδασκάλῳ. Ἀκούσωμεν οὖν τὸ  τριακοστὸν δίδαγμα.

Ἀνάγνωσις τοῦ λ' διδάγματος


τί οὖν ἐρεῖς περὶ τούτου τοῦ μαθητοῦ, γυμνασίαρχε;
οὐ σκαιὸς ἅνθρωπος.
οὐ σκαιός μοι δοκεῖ εἶναι.
δεξιὸς μὲν οὖν ἐστιν.
καὶ φιλομαθὴς καὶ ἀγχίνους.
ὁ δὲ ἕτερος ποῖός τις;
ἐστὶ τοῦ πονηροῦ κόμματος.
ἀλλὰ πρὸς τοῦτον μὲν ὕστερός ἐστί μοι λόγος.
ἐπιλήσμων γάρ ἐστι καὶ βραδύς.
καὶ οὐκ ἐπιμελής ἑστιν.
ἠλιθιώτατός ἐστι πάντων.
πολὺ πάνυ μεθέστηκεν.
οἶδά τοι.
ποιήσομέν τι τῶν προὔργου.
ἠλίθιός τε καὶ ἀργὸς καὶ γάστρις ἐστίν.
μελαγχολᾷ.
ὁ δὲ Ἀ. πῶς παρέχει τὰ ἑαυτοῦ;
καθ’ ὅσον οἷός τ’ ἐστίν.
ἐπιεικῶς.

εὖγε.
καλῶς.
ἀκριβῶς.
ὀρθῶς.
ἐπιεικῶς.
μετρίως.
μέσως.
φαύλως.
οὐκ ὀρθῶς.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.