Saturday, October 24, 2015

Τί πάσχεις

Grief of Andromache for Hector
Τί πάσχει ἡ Ἀνδρομάχη; Ὡρακιᾷ γάρ. 

Ἐν τῷ δευτέρῳ διδάγματι μανθάνομεν ἐρωτᾶν περὶ τῶν παθῶν. Ἐπειδὰν δέ τις πολὺ πίῃ, κραιπαλᾷ καὶ λγεῖ τὴν κεφαλήν. Ὅταν δὲ ἡ θάλασσα ταράσσηται,  πολλοὶ ναῦται ναυτιῶσι καὶ ἰλιγγιῶσιν. Εἰ μὲν τὸ ῥεῦμα ῥεῖ ἐκ τοὺ ῥινός σου, σὺ δὲ  ῥιγεῖς, κόρυζά σε λαμβάνει. Ἀλλ' ἀεὶ θαρρῶμεν μηδὲ σκυθρωπάσωμεν.

Ἀνάγνωσις τοῦ γ’ διδάγματος


τί πάσχεις;
πάσχω θαυμαστόν.
τί κάμνεις;
τί ἔπαθες;
τί πέπονθας;
τί στένεις;
τί δυσφορεῖς;
μὴ σκυθρώπαζε, ὦ τέκνον!
ἄχθομαι ἐνθάδε παρών.
ῥιγῶν μοι δοκεῖς.
ἰλιγγιῶ.
ἀλγῶ τὴν κεφαλήν.
οὐκ ἔσθ’ ὅπως οὐ κραιπαλᾷς.
τίνα νόσον νοσεῖς;
ναυτιᾷς δήπου.
κόρυζά σε λαμβάνει.
Ζεῦ σῶσον!
ὀφθαλμιῶ.
ἆρα κέκμηκας;
ἀλγῶ τὰ σκέλη μακρὰν ὁδὸν διεληλυθώς.
κρείττων εἶ μου σὺ βαδίζειν.
ὡρακιᾷ.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.