Friday, October 16, 2015

Γαλαξίας

Jacopo Tintoretto 011
Ἀνάγκη ἦν τῷ Ἡρακλεῖ, βρέφει ὄντι, θηλάσαι τὴν τῆς  Ἥρας θηλὴν ὡς ἀξιωθείη τῆς τοῦ Ὀλύμπου τιμῆς. Ὁ οῦν Ζεὺς ἐκέλευσε τὸν ῾Έρμὴν κομίσαι τὸν Ἡρακλέα πρὸς τὸν τῆς Ἥρας καθευδούσης μαστόν. Ὁ μὲν βρέφος ἐθήλαζε, ἡ δὲ Ἥρα ἀπεσείσατο αὐτό. Τὸ δὲ τῆς θεᾶς γάλα περισσεῦον ἔποιησε τὴν Γαλαξίαν.
A Milky Arc Over Paranal
Ὁ τῆς Γαλαξίας κύκλος.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Οὗτος γίνεται ἐν τοῖς φαινομένοις κύκλοις, ὃν προσαγορεύεσθαί φασι Γαλαξίαν· οὐ γὰρ ἐξῆν τοῖς Διὸς υἱοῖς τῆς οὐρανίου τιμῆς μετασχεῖν εἰ μή τις αὐτῶν θηλάσειε τὸν τῆς Ἣρας μαστόν. διόπερ φασὶ τὸν Ἑρμῆν ὑπὸ τὴν γένεσιν ἀνακομίσαι τὸν Ἡρακλέα καὶ προσσχεῖν αὐτὸν τῷ τῆς Ἣρας μαστῷ, τὸν δὲ θηλάζειν· ἐπινοήσασαν δὲ τὴν Ἣραν ἀποσείσασθαι αὐτόν, καὶ οὕτως ἐκχυθέντος τοῦ περισσεύματος ἀποτελεσθῆναι τὸν Γαλαξίαν κύκλον.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.