Sunday, September 6, 2015

Κυνός

Οὗτος ὁ κύων ἦν τῆς Εὐρώπης. Ἔπειτα δ'ὁ Μίνως ἔλαβεν αὐτόν. Πετὰ τοῦτο ἡ Πρόκρις ἰασαμένη  ἔσχε τὸν κύνα. Τελὸς δὲ Κέφαλος, ὁ τῆς Πρόκριδος ἀνήρ, ἐχρήσατο αὐτῷ, ταχίστῳ πάντων τῶν κυνῶν ὄντι, ἵνα κατάλαβοι ἀλώπεκά τινα, ἣν οὐδεὶς οἷός τ'ἦν καταλαβεῖν. 
Sidney Hall - Urania's Mirror - Canis Major, Lepus, Columba Noachi & Cela Sculptoris
 Ὁ οὖν Ζεὺς, ὡς τὸν κόσμον σώσων, τὴν μὲν ἀλώπεκα εἰς λίθον μετήλλαξε, τὸν δὲ κύνα εἰς τοὺς ἀστέρας ἀνέθηκεν. 
Hirschvogel Bear Hunt
Ἄλλοι δέ φασιν τὸ ζῷον εἶναι τοῦ Ὠρίωνος καὶ σφόδρα χρησιμὸν αὐτῷ. Διὰ τούτου ἐπὶ τοῦ οὐρανοῦ κεῖσθαι. Καὶ δὴ καὶ οἱ θηρευταὶ τιμῶσιν τοὺς κύνας διὰ τ τὰ θηρία αὐτοῖς ἀμύνεσθαι.
 Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Περὶ τούτου ἱστορεῖται ὅτι ἐστὶν ὁ δοθεὶς Εὐρώπῃ φύλαξ μετὰ τοῦ ἄκοντος· ἀμφότερα δὲ ταῦτα Μίνως ἔλαβε καὶ ὕστερον ὑπὸ Πρόκριδος ὑγιασθεὶς ἐκ νόσου ἐδωρήσατο αὐτῇ, μετὰ δὲ χρόνον Κέφαλος ἀμφοτέρων αὐτῶν ἐκράτησε διὰ τὸ εἶναι Πρόκριδος ἀνήρ· ἦλθε δὲ εἰς τὰς Θήβας ἐπὶ τὴν ἀλώπεκα ἄγων αὐτόν, εἰς ἣν λόγιον ἦν ὑπὸ μηδενὸς ἀπολέσθαι· οὐκ ἔχων οὖν ὅ τι ποιῆσαι ὁ Ζεὺς τὴν μὲν ἀπελίθωσε, τὸν δὲ εἰς τὰ ἄστρα ἀνήγαγεν ἄξιον κρίνας. ἕτεροι δέ φασιν αὐτὸν εἶναι κύνα Ὠρίωνος καὶ περὶ τὰς θήρας γινομένῳ συνέπεσθαι, καθάπερ καὶ τοῖς κυνηγετοῦσι πᾶσι τὸ ζῷον συναμύνασθαι δοκεῖ τὰ θηρία· ἀναχθῆναι δὲ αὐτὸν εἰς τὰ ἄστρα κατὰ τὴν τοῦ Ὠρίωνος ἀναγωγήν, καὶ τούτου εἰκότως γεγονότος διὰ τὸ μηδὲν ἀπολείπειν τῶν συμβεβηκότων Ὠρίωνι. Ἔχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς [ἢ γλώττης] α <ὃς Ἲσις καλεῖται>, ὃν καὶ Σείριον καλοῦσι· μέγας δ' ἐστὶ καὶ λαμπρός· τοὺς δὲ τοιούτους ἀστέρας οἱ ἀστρολόγοι Σειρίους καλοῦσι διὰ τὴν τῆς φλογὸς κίνησιν· <ἐπὶ δὲ τῆς γλώττης α λαμπρόν, ὃς Κύων καλεῖται, ἐπὶ τοῦ τραχήλου β>, ἐφ' ἑκατέρου ὤμου α ἀμαυρόν, <ἐπὶ> στήθους β, ἐπ' ἐμπροσθίου ποδὸς γ, <ἐπὶ τῆς ῥάχεως γ, ἐπὶ> κοιλίας β, ἐπὶ τοῦ ἀριστεροῦ ἰσχίου α, <ἐπ'> ἄκρῳ ποδὶ α, ἐπὶ δεξιοῦ ποδὸς α, <ἐπὶ> κέρκου α, τοὺς πάντας κ.

2 comments:

  1. χοιριδιον06 September, 2015 14:34

    Αρ ου αμεινον λεγεται /ως σωσων/ ανευ του υπογεγραμμενου ιωτα
    Αρ ου συναπτεται /δια/ μετα της αιτιατικης, ει σεμαινει αιτιαν

    Και εβουλομην ερεσθαι περι του /Ἐὰν δὴ σφάλματα ἐν ταύταις ταῖς σελίσιν εὑρίσκητε/, ουκ ειμι εντριβεστατος τη Ελληνικη αλλα εγω ειποιμι αν /ευρητε/, εμοι γαρ το σον δοκει σεμαινειν /αυθις και αυθις ευρητε/. Τουτο λεγω ως λαλων γλωττη τινι εχοντι τοαιυτας διαφορας, αλλα ως ειρηκα, ουκ ειμι εμπειροτατος της Ελληνικης χρεσεως.

    ReplyDelete
  2. Ναί, ἴσως ἄμεινόν ἐστι τὸ σώσων.
    Ὁμολογῶ δὲ καὶ περὶ τοῦ διά.
    Ἁμαρτάνοντος οὖν ἐμοῦ πολλακίς, ὑμεῖς αὖθις καὶ αὖθις εὑρίσκετε τὰ σφάλματά μου. :-)

    ReplyDelete

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.