Saturday, August 29, 2015

Ὠρίωνος

Dionysos Oinopion BM B210
Ἐπὶ τούτῳ τῷ ἀμφορεῖ οὐκ ἔστιν ὁ Ὠρίων ἀλλ' ὁ Οἰνοπίων, ὁ τοῦ Διονύσου υἱός, παρὰ τοῦ πατρὸς οἶνον δεδεγμένος. Ὁ δ' Ὠρίων, ἐπὶ τῆς θαλάττης βήσας,  ἦλθον πρὸς Χίον, ὁποῦ ὁ Οἰνοπίων ἦρχε. Ἐπειδὴ ἡ Μερόπη, θυγάτηρ τοῦ Οἰνοπίωνος οὖσα, ὑπὸ τοῦ Ὠρίωνος μεθύοντος ἐβιάσθη, ὁ Οἰνοπίων ἐτύφλωσεν αὐτόν.
Poussin, Nicolas - Paysage avec Orion aveugle cherchant le soleil - 1658
Ἥκοντος εἰς Λῆμνον, ὁ Ἥφαιστος ἐλεήσας ἔδωκεν αὐτῷ τὸν Κηδαλίωνα ὡς ἡγεμόνα. Ὁ δὲ ἀναβεβηκὼς εἰς τοὺς τοῦ Ὠρίωνος ὤμους, ἡγήσατο εἰς τὴν ἀνατολήν, ὅπου διὰ τοῦ ἥλιου ὁ Ὠρίων τὴν ὄψιν ἀνέλαβεν.  Ἔπειτα ὁ μὲν Ὠρίων ἐζήτησε τὸν Οἰνοπίωνα ὡς θέλων ἀποκτεῖναι αὐτόν. Ὁ δ'Οἰνοπίων κεκρυμμένος οὐχ εὑρέθη. 

Diane auprès du cadavre d'Orion
Μετὰ τοῦτο ὁ Ὠρίων ἐγένετο θηρευτὴς ἐν τῇ Κρήτῃ, τοῦ Ἀρτέμιδός τε καὶ τῆς Λητοῦς παρουσῶν. Τελὸς δ'ὁ Σκορπίος ἀπέκτεινεν αὐτόν. Οἱ μέν φασιν τὴν Γῆν πέμψαι τὸ θηρίον, τοῦ Ὠρίωνος θέλοντος θηρεύειν  πάντα τὰ ζῷα. Οἱ δὲ λέγουσιν τὴν Ἀρτέμιδα τοῦτο ποιῆσαι ἵνα τὴν παρθενίαν σώσαι.
Sidney Hall - Urania's Mirror - Orion (best currently available version - 2014)
Ὁ δὲ Ζεὺς ἀνέθηκε τὸ τοῦ Ὠρίωνος εἴδωλον ἐπὶ τὸν οὐρανόν.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Τοῦτον Ἡσίοδός φησιν Εὐρυάλης τῆς Μίνωος καὶ Ποσειδῶνος εἶναι, δοθῆναι δὲ αὐτῷ δωρεὰν ὥστε ἐπὶ τῶν κυμάτων πορεύεσθαι καθάπερ ἐπὶ τῆς γῆς. ἐλθόντα δὲ αὐτὸν εἰς Χίον Μερόπην τὴν Οἰνοπίωνος βιάσασθαι οἰνωθέντα, γνόντα δὲ τὸν Οἰνοπίωνα καὶ χαλεπῶς ἐνεγκόντα τὴν ὕβριν ἐκτυφλῶσαι αὐτὸν καὶ ἐκ τῆς χώρας ἐκβαλεῖν· ἐλθόντα δὲ εἰς Λῆμνον ἀλητεύοντα Ἡφαίστῳ συμμῖξαι, ὃς αὐτὸν ἐλεήσας δίδωσιν αὐτῷ Κηδαλίωνα τὸν αὑτοῦ [οἰκεῖον] οἰκέτην, ὅπως ὁδηγῇ [καὶ ἡγῆται αὐτοῦ]· ὃν λαβὼν ἐπὶ τῶν ὤμων ἔφερε σημαίνοντα τὰς ὁδούς· ἐλθὼν δ' ἐπὶ τὰς ἀνατολὰς καὶ ῾Ηλίῳ συμμίξας δοκεῖ ὑγιασθῆναι καὶ οὕτως ἐπὶ τὸν Οἰνοπίωνα ἐλθεῖν πάλιν, τιμωρίαν αὐτῷ ἐπιθήσων· ὁ δὲ ὑπὸ τῶν πολιτῶν ὑπὸ γῆν ἐκέκρυπτο. Ἀπελπίσας δὲ τὴν ἐκείνου ζήτησιν ἀπῆλθεν εἰς Κρήτην καὶ περὶ τὰς θήρας διῆγε κυνηγετῶν τῆς Ἀρτέμιδος παρούσης καὶ τῆς Λητοῦς, καὶ δοκεῖ ἀπειλήσασθαι ὡς πᾶν θηρίον ἀνελεῖν τῶν ἐπὶ τῆς γῆς γιγνομένων· κυμωθεῖσα δὲ αὐτῷ <ἡ> Γῆ ἀνῆκε σκορπίον εὐμεγέθη, ὑφ' οὗ τῷ κέντρῳ πληγεὶς ἀπώλετο· ὅθεν διὰ τὴν αὐτοῦ ἀνδρίαν ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκεν ὁ Ζεὺς ὑπὸ Ἀρτέμιδος καὶ Λητοῦς ἀξιωθείς, ὁμοίως καὶ τὸ θηρίον τοῦ εἶναι μνημόσυνον [καὶ] τῆς πράξεως. ἄλλοι δέ φασιν αὐξηθέντα τοῦτον ἐρασθῆναι τῆς Ἀρτέμιδος, τὴν δὲ τὸν σκορπίον ἀνενεγκεῖν κατ' αὐτοῦ, ὑφ' οὗ κρουσθέντα ἀποθανεῖν, τοὺς δὲ Θεοὺς ἐλεήσαντας αὐτὸν ἐν οὐρανῷ καταστερίσαι καὶ τὸ θηρίον εἰς μνημόσυνον τῆς πράξεως. Ἔχει δ' ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς γ ἀμαυρούς, ἐφ' ἑκατέρῳ ὤμῳ λαμπρὸν α, ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος <ἀμαυρὸν> α, ἐπ' ἄκρας χειρὸς <ὁμοίως ἀμαυρὸν> α [ἀμαυροὺς β], ἐπὶ τῆς ζώνης γ, ἐπὶ τοῦ ἐγχειριδίου γ λαμπρούς, ἐφ' ἑκατέρῳ γόνατι λαμπρὸν α, ἐφ' ἑκατέρῳ ποδὶ ὁμοίως λαμπρὸν α· <τοὺς πάντας ιζ>.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.