Saturday, September 26, 2015

Θυτηρίου

Jacopo Zucchi - The Assembly of the Gods
Πρῶτον μὲν ὁ Ζεύς τε καὶ οἱ ἄλλοι θεοὶ ἐχρήσαντο τῷ θυτηρίῳ,  ἐπιθησόμενοι τῷ Κρόνῳ. Ἐπείτα δὲ οἱ θνητοί, ὅτε ἐθέλοιεν κοινωνίαν τινὰ ἔχειν, ἥπτοντο εἰς μαρτύριον. Καὶ δὴ καὶ οἱ μάντεις θυσίας ἐκαίοντο ἐπὶ αὐτῷ, ἵνα τὸ μέλλον ὁρῴησαν.
Aratea 72v
Διόπερ ἐπιπρέπει αὐτῷ ἐν τῷ ἄστροις εἶναι.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Τοῦτό ἐστιν ἐφ' ᾧ πρῶτον οἱ Θεοὶ τὴν συνωμοσίαν ἔθεντο, ὅτε ἐπὶ τὸν Κρόνον ὁ Ζεὺς ἐστράτευσεν, Κυκλώπων κατασκευασάντων ἔχοντος τοῦ πυρὸς κάλυμμα ὅπως μὴ ἴδωσι τὴν τοῦ κεραυνοῦ δύναμιν· ἐπιτυχόντες δὲ τῆς πράξεως ἔθηκαν καὶ αὐτὸ ἐν τῷ οὐρανῷ εἰς μνημόσυνον· ὃ καὶ εἰς τὰ συμπόσια οἱ ἄνθρωποι φέρουσι καὶ θύουσιν οἱ κοινωνεῖν ἀλλήλοις προαιρούμενοι, ἔν τε τοῖς ἀγῶσι καὶ τοῖς ** ὀμνύειν βουλόμενοι ὡς δικαιοτάτην πίστιν τιθέντες καὶ τῇ χειρὶ ἐφάπτονται τῇ δεξιᾷ μαρτύριον εὐγνωμοσύνης τοῦτο ἡγούμενοι · ὁμοίως δὲ καὶ οἱ μάντεις ἐπὶ τούτῳ θύουσιν ὅταν βούλωνται ἀσφαλέστερον ἰδεῖν. Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς ἐσχαρίδος β, ἐπὶ τῆς βάσεως β· τοὺς πάντας δ.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.