Saturday, September 26, 2015

Ἰχθύος

Atargatis, Nabatean, c.100 AD, Jordan Archaeological Museum
Ἡ Δερκέτω,  τῆς Συρίας θεά τε καὶ θυγάτηρ τῆς Ἀφροδίτης οὖσα, ἔπεσε νυκτὸς  ἐν λίμνῃ τινὶ ἐγγὺς τῆς Βαμβύκης. 
Balıklıgöl Urfa2
Ἐπείδη ὁ Ἰχθύς ἔσωσεν αὐτήν, οἱ  Σῦροι πολὺ ἐτίμων αὐτόν τε καὶ τὴν τῆς θεᾶς πτῶσιν. Ἰδού, ἡ λίμνη τῶν ἱερῶν ἰχθύων ἐν Ἐδέσσῃ.

Sidney Hall - Urania's Mirror - Aquarius, Piscis Australis & Ballon Aerostatique
Ἡ δὲ θεὰ χάριν εἰδυῖα ἀνέθη εἰς τοὺς ἀστέρας τὸν Ἰχθὺν μετὰ τῶν τέκνων αὐτοῦ.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Oὗτός ἐστιν ὁ μέγας καλούμενος Ἰχθύς, ὃν κάμπτειν λέγουσι τὸ ὕδωρ ἀπὸ τῆς τοῦ Ὑδροχόου ἐκχύσεως· ἱστορεῖται δ' οὗτος, ὡς Κτησίας φησί, πρότερον ἐν λίμνῃ τινὶ κατὰ τὴν Βαμβύκην εἶναι· ἐμπεσούσης δὲ τῆς Δερκετοῦς νυκτός, ἣν οἱ περὶ τοὺς τόπους οἰκοῦντες Συρίαν Θεόν ὠνόμασαν, οὗτος δοκεῖ σῶσαι αὐτήν· τούτου δὲ καὶ τοὺς δύο φασὶν Ἰχθύας ἐγγόνους εἶναι· οὓς πάντας δι' ἐκείνην Ἀφροδίτης οὖσαν θυγατέρα καὶ ἐτίμησαν καὶ ἐν τοῖς ἄστροις ἔθηκαν· ποιοῦσι δὲ οἱ τὴν χώραν ἐκείνην κατοικοῦντες χρυσοῦς τε καὶ ἀργυροῦς ἰχθύας καὶ ὡς ἱεροὺς τιμῶσι τελείαν περὶ τοῦ συμπτώματος τιμήν. Ἔχει δὲ ἀστέρας ιβ, ὧν τοὺς ἐπὶ τοῦ ῥύγχους λαμπροὺς γ.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.