Saturday, September 19, 2015

Κήτους

Edward Burne-Jones - Perseus
Ἰδού, ὁ Περσεὺς ἀποκτείνει τὸ Κῆτος, τὸ ὑπὸ Ποσειδῶνος  ἀπεσταλμένον διαφθεῖραι τὴν τῆς Κασσιεπείας χώραν. Ἡ γὰρ Κασσιέπεια ἔφη εἶναι καλλίων τῶν Νηρηΐδων, τῶν τοῦ Ποσειδῶνος θυγατέρων.  Ἡ δὲ γυνή, Ἀνδρομέδη ὀνόματί τε καὶ θυγάτηρ τῆς Κασσιεπείας οὖσα, σῴζεται ὑπὸ τοῦ Περσέως.

Sidney Hall - Urania's Mirror - Psalterium Georgii, Fluvius Eridanus, Cetus, Officina Sculptoris, Fornax Chemica, and Machina Electrica
Ὑπόμνημα οὖν τούτου τοῦ καλοῦ ἔργου ἀνετέθη ἐπὶ τὸν οὐρανόν. 
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Τοῦτό ἐστιν ὃ Ποσειδῶν ἐπέπεμψε Κηφεῖ διὰ τὸ Κασσιέπειαν ἐρίσαι περὶ κάλλους ταῖς Νηρηίσιν. Περσεὺς δ' αὐτὸ ἀνεῖλε, καὶ διὰ τοῦτο εἰς τὰ ἄστρα ἐτέθη ὑπόμνημα τῆς πράξεως αὐτοῦ· ἱστορεῖ δὲ ταῦτα Σοφοκλῆς ὁ τῶν τραγῳδιῶν ποιητὴς ἐν τῇ Ἀνδρομέδᾳ. Ἔχει δὲ ἀστέρας ἐπὶ τοῦ οὐραίου β λαμπρούς, ἀπὸ δὲ τῆς οὐρᾶς ἕως τοῦ κυρτώματος τοῦ κενεῶνος ε, ὑπὸ τὴν κοιλίαν ς· τοὺς πάντας ιγ.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.