Saturday, March 28, 2015

<Π>ερὶ τοῦ Βοώτου τοῦ καὶ Ἀρκτοφύλακος

Lykaion looking East
Οὗτός ἐστιν ὁ ἀστερισμὸς τοῦ Ἀρκάδος, ὅς ἦν τῆς Καλλιστοῦ  καὶ τοῦ Διὸς  υἱός. Ὁ δ' Ἀρκὰς ᾤκει περὶ τὸ Λύκαιον ὄρος, ὅπου ἦν τὸ  Λύκαιον ἱερόν. 
Jan Cossiers - Júpiter y Licaón
Ὁ δὲ Λυκάων, ὁ πάππος τοῦ Ἀρκάδος, ἀποκτείνας τε τὸν παῖδα καὶ ὀπτήσας αὐτόν, προήνεγκε τὸ κρέας τῷ Διί, ξένῳ τοῦ Λυκάονος ὄντι. Ἐπειδὴ ὁ Ζεὺς τοῦτο συνῆκε, μάλα ὀργισθεὶς μετέβαλε μὲν τὸν Λυκάονα εἰς λύκον, κατέκαυσε δὲ κεραυνοῖς τὴν οἰκίαν αὐτοῦ. Μετὰ τοῦτο, ὁ τῶν θεῶν βασιλεὺς ἀνέπλασε τὸν ταλαίπωρον παῖδα. 
Sidney Hall - Urania's Mirror - Bootes, Canes Venatici, Coma Berenices, and Quadrans Muralis
Ὁ δὲ Ἀρκάς, νεανίας γεγονώς, ἔγημεν ἄκων τὴν μητέρα. Ἔπειτα οἱ τὴν χώραν οἰκοῦντες ἤθελον κατὰ τοὺς νομούς θύειν αὐτούς ὡς ἱερὰ τοῖς θεοῖς, ὁ  Ζεὺς εἰς τοὺς οὐρανοὺς ἀνέθηκεν αὐτούς. 


<Π>ερὶ τούτου λέγεται ὅτι Ἀρκάς ἐστιν ὁ Καλλιστοῦς καὶ Διὸς γεγονώς, ᾤκησε δὲ περὶ τὸ Λύκαιον φθείραντος αὐτὴν Διός· οὗ προσποιησάμενος ὁ Λυκάων τὸν Δία ἐξένιζεν, ὥς φησιν Ἡσίοδος, καὶ τὸ βρέφος κατακόψας, παρέθηκεν ἐπὶ τὴν τράπεζαν· ὅθεν ἐκείνην μὲν ἀνατρέπει, ἀφ' οὗ ἡ Τραπεζοῦς καλεῖται πόλις, τὴν δὲ οἰκίαν ἐκεραύνωσε, τὸν δὲ Λυκάονα ἀπεθηρίωσε καὶ αὐτὸν λύκον ἐποίησε· τὸν δὲ Ἀρκάδα πάλιν ἀναπλάσας ἔθηκεν ἄρτιον· καὶ ἐτράφη παρ' αἰπόλῳ· νεανίσκος δ' ὢν ἤδη δοκεῖ καταδραμεῖν εἰς τὸ Λύκαιον καὶ ἀγνοήσας τὴν μητέρα γῆμαι· οἱ δὲ κατοικοῦντες τὸν τόπον ἀμφοτέρους κατὰ νόμον θύειν ἔμελλον· ὁ δὲ Ζεὺς ἐξελόμενος αὐτοὺς διὰ τὴν συγγένειαν εἰς τὰ ἄστρα ἀνήγαγεν. Ἔχει δ' ἀστέρας ἐπὶ μὲν τῆς δεξιᾶς χειρὸς δ, οἳ οὐ δύνουσιν, ἐπὶ δὲ τῆς κεφαλῆς λαμπρὸν α, ἐφ' ἑκατέρων τῶν ὤμων λαμπρὸν α, ἐπὶ τῶν μαστῶν ἑκατέρων α, λαμπρὸν τὸν ἐπὶ τοῦ δεξιοῦ καὶ ὑπ' αὐτὸν α ἀμαυρόν, καὶ ἐπὶ τοῦ ἀγκῶνος <δεξιοῦ> α λαμπρόν, ἀνὰ μέσον τῶν γονάτων α λαμπρότατον, ὃς δὴ Ἀρκτοῦρος καλεῖται, ἐφ' ἑκατέρῳ ποδὶ λαμπρὸν α· <τοὺς πάντας ιδ>.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.