Saturday, March 14, 2015

Ὀφιούχου

Sidney Hall - Urania's Mirror - Taurus Poniatowski, Serpentarius, Scutum Sobiesky, and Serpens
Ὡς τοὔνομα σημαίνει,  ὁ Ὀφιοῦχος ἔχει ὄφιν ἐν ταῖς χειρσίν, Ἀσκληπιὸς ὁ ἔνδοξος ἰατρὸς ὤν. 

Esculape rend la vie à Hippolyte
 Ὁ  μὲν  Ἀσκληπιὸς οὕτως ἀγαθὸς ἦν ἰατρὸς ὥστε ἐκ τῶν νεκρῶν  Ἱππόλυτον  ἐγεῖραι.  Τοῦτο δὲ τοὔργον οὐκ ἤρεσε τοῖς θεοῖς, τοῖς ζηλοτύποις οὖσιν. 
OMGIALMOSTDIED
Διόπερ ὁ Ζεὺς καταβαλὼν κεραυνὸν ἐπὶ τὸν τοῦ Ἀσκληπιοῦ οἶκον ἀπέκτεινεν αὐτόν.Ἔπειτα δ' ἀνέθηκε  τὴν μορφὴν ἐν τῷ οὐρανῷ ἵνα τῷ Ἀπόλλωνι χαρίζοιτο.



Οὗτός ἐστιν ὁ ἐπὶ Σκορπίου ἑστηκώς, ἔχων ἐν ἀμφοτέραις χερσὶν [τὸν] ὄφιν· λέγεται δὲ εἶναι Ἀσκληπιός, ὃν Ζεὺς χαριζόμενος Ἀπόλλωνι εἰς τὰ ἄστρα ἀνήγαγεν· τούτου τέχνῃ ἰατρικῇ χρωμένου, ὡς καὶ τοὺς ἤδη τεθνηκότας ἐγείρειν, ἐν οἷς καὶ ἔσχατον Ἱππόλυτον τὸν Θησέως, καὶ τῶν Θεῶν δυσχερῶς τοῦτο φερόντων, εἰ αἱ τιμαὶ καταλυθήσονται αὐτῶν τηλικαῦτα ἔργα Ἀσκληπιοῦ ἐπιτελοῦντος, λέγεται τὸν Δία ὀργισθέντα κεραυνοβολῆσαι τὴν οἰκίαν αὐτοῦ, εἶτα διὰ τὸν Ἀπόλλωνα τοῦτον εἰς τὰ ἄστρα ἀναγαγεῖν· ἔχει δὲ ἐπιφάνειαν ἱκανὴν ἐπὶ τοῦ μεγίστου ἄστρου ὤν, λέγω δὴ τοῦ Σκορπίου, εὐσήμῳ τῷ τύπῳ φαινόμενος. ῎Εχει δ' ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν α, ἐφ' ἑκατέρων τῶν ὤμων λαμπρὸν α, ἐπὶ τῆς ἀριστερᾶς χειρὸς γ, ἐπὶ τῆς δεξιᾶς δ, ἐφ' ἑκατέρων ἰσχίων α, ἐφ' ἑκατέρων γονάτων α, <ἐπὶ τῆς δεξιᾶς κνήμης α, ἐφ' ἑκατέρων ποδῶν α>, τὸν ἐπὶ τοῦ δεξιοῦ [ποδὸς] λαμπρότερον α· τοὺς πάντας ιζ· τοῦ δὲ Ὂφεως ἐπ' ἄκρας κεφαλῆς β.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.