Μέρος τῆς Ἰταλίας ἐν τῷ τῶν παλαιῶν Ῥωμαίων χρόνῳ |
ὑπὸ δὲ νοτίου πνεύματος καὶ ἀγνοίας τῶν τόπων μετεωρότεροι ἐνεχθέντες καὶ πρὸς ἐνὶ τῶν τοῦ Πάδου στομάτων ὁρμισάμενοι Σπινῆτι καλουμένῳ ναῦς μὲν αὐτοῦ ταύτῃ καταλείπουσι καὶ τὸν ἥκιστα δυνάμενον ταλαιπωρεῖν ὄχλον, φυλακὴν ἐπ' αὐταῖς καταστήσαντες, ὧς ἔχοιεν εἰ μὴ προχωροίη σφίσι τὰ πράγματα καταφυγήν. καὶ οἱ μὲν ὑπομείναντες ἐν τούτῳ τῷ χωρίῳ, τεῖχος τῷ στρατοπέδῳ περιβαλόμενοι καὶ ταῖς ναυσὶν εἰσκομίσαντες τὰς εἰς τὸν βίον εὐπορίας, ἐπειδὴ κατὰ γνώμὴν ἐδόκει χωρεῖν αὐτοῖς τὰ πράγματα, πόλιν ἔκτισαν ὁμώνυμον τῷ στόματι τοῦ ποταμοῦ· εὐτύχησάν τε μάλιστα τῶν περὶ τὸν Ἰόνιον οἰκούντων θαλαττοκρατοῦντες ἄχρι πολλοῦ, καὶ δεκάτας εἰς Δελφοὺς ἀνῆγον τῷ θεῷ [καὶ] τῶν ἀπὸ τῆς θαλάττης ὠφελειῶν, εἴπερ τινὲς καὶ ἄλλοι, λαμπροτάτας. ὕστερον μέντοι μεγάλῃ χειρὶ τῶν προσοικούντων βαρβάρων ἐπιστρατευσάντων αὐτοῖς ἐξέλιπον τὴν πόλιν
Κατὰ οὖν τὸν Διονύσιον, τὸ τῆς πόλεως ὄνομα ἐκ τοῦ τοῦ στόματος τοῦ ποταμοῦ ἔρχεται.Ἐν δὲ τῷ Ψευδο-Σκύλακος τοῦ Καρυανδέως βιβλίῳ τάδε εὑρίσκεται·
Μετὰ δὲ τὸ Ὀμβρικὸν Τυρρηνοί. Διήκουσι δὲ καὶ οὗτοι ἀπὸ τοῦ Τυρρηνικοῦ πελάγους ἔξωθεν εἰς τὸν Ἀδρίαν· καὶ πόλις ἐν αὐτῇ Ἑλληνὶς [Σπῖνα], καὶ ποταμός· καὶ ἀνάπλους εἰς τὴν πόλιν κατὰ ποταμὸν ὡς κ ́ σταδίων. Καί ἐστιν ἐπὶ αυτῆς ἀπὸ Πίσης πόλεως ὁδὸς ἡμερῶν τριῶν.Οὑτῶς ὁ Ψευδο-Σκύλαξ, ὁ ἐν τῷ τετάρτῳ αἰῶνι πρὸ Χριστοῦ γεγραφώς. Ὁ δὲ Στράβων τάδε ἔχει ἐν τῷ πέμπτῳ τῶν Γεωγραφικῶν·
Μεταξὺ δὲ Βούτριον τῆς Ῥαουέννης πόλισμα καὶ ἡ Σπῖνα, νῦν μὲν κωμίον πάλαι δὲ Ἑλληνὶς πόλις ἔνδοξος. Θησαυρὸς γοῦν ἐν Δελφοῖς Σπινητῶν δείκνυται, καὶ τἆλλα ἱστορεῖται περὶ αὐτῶν ὡς θαλασσοκρατησάντων. Φασὶ δὲ καὶ ἐπὶ θαλάττῃ ὑπάρξαι, νῦν δ´ ἐστὶν ἐν μεσογαίᾳ τὸ χωρίον περὶ ἐνενήκοντα τῆς θαλάττης σταδίους ἀπέχον.Ὁ μὲν Στράβων λέγει ὅτι ἡ Σπῖνη ἀπέχει ἐνενήκοντα τῆς θαλάττης σταδίους, κατὰ δὲ τὸν Ψευδο-Σκύλακα εἴκοσι. Καὶ δὴ καὶ ἐν μὲν τῷ πίνακι ἡ Ῥαουέννη ὑπάρχει ἐπὶ τῆς θαλάσσης, σήμερον δὲ ἡ Ῥαουέννη ἀπέχει ὀκτὼ χιλιόμετρα ἀπὸ τῆς θαλάσσης. Τοῦτ' ἔστιν τεσσεράκοντα στάδιοι. Ὁ γὰρ Στράβων ἤνθησεν ἐν τῷ πρώτῳ αἰῶνι μετὰ Χριστόν. Ἴσμεν δὲ τὸν Πάδον ποταμὸν λελοιπότα πολὺν ἄμμον διὰ τῶν αἰώνων ὥστε τὰς πόλεις μᾶλλον ἀπέχειν ἀπὸ τῆς θαλάσσης.
Τέλος δὲ Στέφανος ὁ Βυζάντιος τάδε ἔγραψεν ἐν τῷ ἕκτῳ αἰῶνι μετὰ Χριστόν·
Σπῖνα, πόλις Ἰταλίας, ὡς Εὔδοξος καὶ Ἀρτεμίδωρος. τὸ ἐθνικὸν Σπινάτης, ὡς τοῦ Βέμβινα Βεμβινάτης. ἔστι δὲ καὶ ποταμὸς Σπῖνος καλούμενος.Τὸ οὖν ὄνομα τῇ πόλει ἐστὶν Σπῖνα. Τὸ δὲ τῷ ποταμῷ Σπινὴς κατὰ τὸν Διονύσιον, ἢ Σπῖνος κατὰ τὸν Στέφανον. Οἱ δὲ οἰκοῦντές εἰσι Σπινᾶται κατὰ τὸν Στέφανον, ἢ Σπινῆται κατὰ τὸν Στράβωνα. Οἱ μὲν ἀρχαιολόγοι εὑρήκασι τὸν τῆς πόλεως τόπον ἐν τῷ ἀπελθόντι αἰῶνι. Νομίζω δέ γε τόνδε εἶναι·
Σκοπεῖν μακρότερον πίνακα
Κύλιξ Ἀττικὴ ἐν τῷ τῆς Σπίνης μουσείῳ |
Χάριν δ'οἶδα τῷ Ἰωήλ, τῷ παραδόντι τὴν τοῦ Στράβωνος γραφήν.
No comments:
Post a Comment
Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.