|
Θωμᾶς ὁ Κεμπήσιος |
Τὰ περὶ τῆς τοῦ Χριστοῦ μιμήσεως βιβλία τέσσαρα γεγραμμένα εἰσὶν ὑπὸ Θωμᾶ τοῦ Κεμπησίου ἐν τῷ ἔτει ͵αυιη ʹ. Ὁ δὲ Θωμᾶς ἦν Γερμανικὸς μοναχὸς γεννηθεὶς μὲν ἐν τῷ ἐνιαυτῷ ͵ατπ ʹ, τελευτήσας δ' ἐν τῷ ͵αυοαʹ . Ὡς δὲ τοὔνομα αὐτὸ δηλοῖ, τὸ περὶ τῆς τοῦ Χριστοῦ μιμήσεως ἔργον ἐστὶν εἰσαγωγὴ εἰς τὴν πνευματικὴν ζωήν. Ἐπειδὴ πολλοὶ χριστιανοὶ ἐχρήαντο τούτῳ τῷ τεύχει, πολλαὶ ὑπάρχουσιν σήμερον αἱ μεταγραφαὶ αὐτοῦ. Αὑτὴ οὖν
ἡ ἔκδοσις ἔχει τήν τε Ῥωμαϊκὴν γραφὴν καὶ τὰς μεταγραφὰς τὰς ἐν ἕξ γλώτταις, αἵ εἰσιν δηλαδὴ ἡ Ἰταλικὴ καὶ ἡ Γαλλικὴ καὶ ἡ Σπανικὴ καὶ ἡ Γερμανικὴ καὶ ἡ Βρεταννικὴ καὶ ἡ Ἑλληνική. Τὰ δὲ πολλὰ ἐν τῷ τοῦ ἔργου τέλει ἀπογεγραμμένα σφάλματα διωρθώθη. Ὁ μὲν τῆς ἐκδόσεως ἐπιμελητὴς ἐνόμιζεν ὅτι οὐ Τωμᾶς ὁ Κεμπήσιος ἄλλ' Ἰωάννης ὁ Γέρσεν ἔγραψε ταῦτα τὰ βιβλία. Οἱ δὲ νῦν οὐχ ὁμολογοῦσι τούτῳ.
No comments:
Post a Comment
Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.