Sunday, November 1, 2015

Ὑγίαινε!

Ferdinand-Victor-Eugène Delacroix - Hercules and Alcestis - Google Art Project
Ὁ Ἡρακλῆς φέρει τὴν ἀποτεθνηκυῖαν Ἄλκηστιν εἰς τὴν ταφὴν αὐτῆς. Ὥς φησιν ὁ Εὐριπίδης,  κούφα σοι χθὼν ἐπάνωθε πέσοι.
Ὅταν ἀναχωρῶμεν ἀπὸ τῶν φίλων, λέγομεν αὐτοῖς χαίρετε ἢ ὑγιαίνετε.  Οἱ μὲν πάλαι Ἕλληνες τοὺς θεοὺς ὑπὲρ τῶν φίλων ηὔχοντο. Οἱ δὲ Χριστιανοὶ εὔχονται τὴν Τριάδα. Ὅτὰν δὴ ἀποθάνωσιν οἱ φίλοι, οἱ ἀρχαῖοι ἔγραφον ἐπὶ τοῖς μνημείοις εὐχόμενοι μὴ τὴν γῆν βαρεῖαν γενέσθαι τοῖς νεκροῖς. 

Ἀνάγνωσις τοῦ δ’ διδάγματος



ὑγίαινε!
ἀλλ’ εἶμι, σὺ δ’ ὑγίαινε!
καὶ σύγε!
χαῖρε πολλά!
ἔμβαλέ μοι τὴν δεξιάν!
τοὺς θεοὺς εὔχομαί σοι διδόναι πολλὰ κἀγαθά.
τοὺς θεοὺς εὔχομαί σοι διδόναι ὑγίειαν καὶ σωτηρίαν καὶ ἀγαθὰ πολλά.
ἀλλὰ χαῖρε πολλὰ καὶ μέμνησό μου!
εἰς αὖθις!
ἴθι χαίρων!
ὑγίαινε!
εὐψύχει!
κούφα σοι χθὼν ἐπάνωθε πέσοι.

Saturday, October 24, 2015

Τί πάσχεις

Grief of Andromache for Hector
Τί πάσχει ἡ Ἀνδρομάχη; Ὡρακιᾷ γάρ. 

Ἐν τῷ δευτέρῳ διδάγματι μανθάνομεν ἐρωτᾶν περὶ τῶν παθῶν. Ἐπειδὰν δέ τις πολὺ πίῃ, κραιπαλᾷ καὶ λγεῖ τὴν κεφαλήν. Ὅταν δὲ ἡ θάλασσα ταράσσηται,  πολλοὶ ναῦται ναυτιῶσι καὶ ἰλιγγιῶσιν. Εἰ μὲν τὸ ῥεῦμα ῥεῖ ἐκ τοὺ ῥινός σου, σὺ δὲ  ῥιγεῖς, κόρυζά σε λαμβάνει. Ἀλλ' ἀεὶ θαρρῶμεν μηδὲ σκυθρωπάσωμεν.

Ἀνάγνωσις τοῦ γ’ διδάγματος


τί πάσχεις;
πάσχω θαυμαστόν.
τί κάμνεις;
τί ἔπαθες;
τί πέπονθας;
τί στένεις;
τί δυσφορεῖς;
μὴ σκυθρώπαζε, ὦ τέκνον!
ἄχθομαι ἐνθάδε παρών.
ῥιγῶν μοι δοκεῖς.
ἰλιγγιῶ.
ἀλγῶ τὴν κεφαλήν.
οὐκ ἔσθ’ ὅπως οὐ κραιπαλᾷς.
τίνα νόσον νοσεῖς;
ναυτιᾷς δήπου.
κόρυζά σε λαμβάνει.
Ζεῦ σῶσον!
ὀφθαλμιῶ.
ἆρα κέκμηκας;
ἀλγῶ τὰ σκέλη μακρὰν ὁδὸν διεληλυθώς.
κρείττων εἶ μου σὺ βαδίζειν.
ὡρακιᾷ.

Τί πράττεις;

Palaestra conversation MAR Palermo NI2052
Τρεῖς νεανίσκοι συλλαλοῦσιν ἐν τῇ παλαίστρᾳ. Εἷς δ'ἔχει στλεγγίδα.
Νῦν ἐρωτῶμεν τοὺς φίλους ἡμῶν. Ἆρα εὐδαιμόνως ἔχετε, ὦ φίλοι; Τί πράττετε;

Ἀνάγνωσις τοῦ β’ διδάγματος


τί πράττεις;
πάντ’ ἀγαθὰ πράττω, ὦ φίλε.
ἄμεινον πράττω ἢ χθές.
τί πράττει ὁ πατήρ σου;
εὐδαιμόνως πράττει.
τί δ’ ἄλλο παρ᾿ ὑμῖν;
πῶς ἔχεις;
ἔχω κακῶς.
οὐδεμίαν ἔχω τῷ βίῳ χάριν.
κακῶς πράττω.
φαῦλόν ἐστι τὸ ἐμὸν πρᾶγμα.
τίς ἐσθ’ ὁ ἐν Λειψίᾳ βίος;
οὐκ ἄχαρις.

Χαῖρε

7691 - Piraeus Arch. Museum, Athens -4th century BC stele - Photo by Giovanni Dall'Orto, Nov 14 2009
Ἡ μήτηρ ἀσπάζεται τὸν υἱόν.
Τετελεσμένης τῆς τῶν Καταστερισμῶν ἀναγνώσεως, ἄρχεται ἡ ἀνάγνωσις  τῶν Ἑλληνικῶν λόγων, τῶν ἐν τῷ  Sprechen Sie Attisch? βιβλίῳ. Τοῦτο δὲ τὸ βιβλίον ὑπὸ Ἐδουάρδου Ἰωαννίδου Γερμανικοῦ γεγραμμένον διδάσκει λέγειν τῇ Ἀττικῇ  τῆς Ἑλληνικῆς γλώττης διαλέκτῳ. Ἐν δὲ τῷ πρώτῳ διδάγματι μανθάνομεν ἀσπάζεσθαι τοὺς φίλους. 

Ἀνάγνωσις τοῦ α’ διδάγματος



ὦ χαῖρε!
χαῖρ’ ὦ Κάρολε!
καὶ σύγε, ὦ Γούσταβε!
ὦ χαῖρε, φίλτατε!
ἀσπάζομαι!
Μύλλερον ἀσπάζομαι!
κἄγωγέ σε!
χαῖρε, χαῖρε, ὡς ἀσμένῳ μοι ἦλθες, ὦ φίλτατε!
ὦ χαῖρε, τί φέρεις;
ὦ χαῖρε, Περίκλεις, τί ἔστιν;
λέγεται τί καινόν; (νεώτερον.)
χαίρετε, ὦ φίλοι (ὦ δέσποιναι)! ὦ κόραι!
Παῦλος ἐπέστειλε φράσαι χαίρειν σοι.
ὦ φίλ’ ἄνερ!

Sunday, October 18, 2015

α' Βενώρ




Μεταφράζω εἰς τὴν Ἑλληνικὴν γλώσσαν τοῦτο τὸν νεφελωτὸν μῦθον. Ἐὰν εὕρητε σφάλματα, γνωρίσατέ με, παρακαλῶ.