Saturday, September 20, 2014

Τὰ Ἑρμηνεύματα

Τὰ Ἑρμηνεύματα εἰσιν τέσσαρες διάλοιγοι καὶ Ῥωμαϊστὶ καὶ Ἑλληνιστὶ γεγραμμένοι ὐπὸ διδασκάλου τινὸς ἐν τῷ τρίτῳ αἰῶνι μετὰ τὴν Χριστοῦ γενετήν. Τινὲς δὲ ἐνόμιζον ἁμαρτάνοντες ὅτι ὁ Δωσίθεος ὁ γραμματικὸς ἔγραψεν αὐτά. Οἱ δὲ διάλογοι χρήσιμοί εἰσιν τοῖς μὲν μαθηταῖς τὰ γλώττα μανθάνουσιν, τοῖς δὲ σοφοῖς τὸν  τῶν πάλαι ἀνθρώπων  βίον ἐπιζητοῦσιν. Ἀνέγνων δὲ φωνῇ μεγάλῃ τὰ Ἑρμηνεύματα ἠχωγραφὰς ποιήσας ἵνα καὶ χρησιμώτερα εἶεν τοῖς μαθηταῖς. Καὶ εὔχομαι κινούμενα μετὰ εἰκόνων ὑπό τινος ποιηθήσεσθαι, ἵνα ἡ τῶν λόγων σημείωσις  φανερὴ ᾖ. Τίς οὖν ποιήσει τοῦτο;



 Πάντα τὰ ἀρχεῖα   HTTPS Torrent 

ἥλιος ἀνέτειλεν

Wednesday, September 10, 2014

Τετελεύτηκα τὴν ἀνάγνωσιν ῥᾳδίαν τε καὶ ἐπιτηδείαν ἐκ τῆς τοῦ Ξενοφῶντος Ἀναβάσεως

Θάλαττα, θάλαττα, βοῶσιν οἱ Ἕλληνες.
Πολλοὶ μαθηταὶ ἐν πάσῃ τῇ οἰκουμένῃ μανθάνουσιν τὴν Ἑλληνικὴν ἀναγιγνώσκοντες τὴν τοῦ Ξενοφῶντος Ἀνάβασιν.  Αὕτη μὲν ἡ βίβλος ῥᾳδίων ἐστὶ τοῖς νέοις μαθηταῖς ἢ  ἄλλαι γραφαὶ ἐν τῇ Ἀττικῇ διαλέκτῳ γεγραμμέναι, χαλεπωτέρα δὲ ὥστε τὸ μὴ τὴν ἠχωγραφὴν αὐτῆς συνιέναι. Διὰ τοῦτο ἄμεινόν ἐστι τοῖς ἀρχομένοις γε ἀκούειν τὴν ἀνάγνωσιν ῥᾳδίαν τε καὶ ἐπιτηδείαν, ἣν ἐνταῦθα εὑρήσεσθε. Τοῦτο γὰρ τὸ βίβλιον Βρεταννικοὶ διδάσκαλοι μὲν συνέλεξαν, ἐγὼ δὲ φωνῇ μεγάλῃ αὐτὸ ἀναγνοὺς, τὰς ἠχωγραφὰς ἐποίησα. Πᾶσαι δὲ αἱ ἠχωγραφαὶ καρτεροῦσιν διὰ τεττάρων ὡρῶν καὶ τεττάρων καὶ τριάκοντα λεπτῶν. Ἐλπίζω οὖν ὑμᾶς χρήσεσθαι αὐταῖς.   Εὰν δὲ σφάλματα εὑρίσκητε, παρακαλῶ γρωρίζειν με.


  Πάντα τὰ ἀρχεῖα  HTTPS Torrent 


Sunday, August 31, 2014

Ὁ αὐτόμορφος τρόπος

Ἰάκωβος τοῦ Δονάλδου
Ἰωάννης Οἰρβεργ
Ἰάκωβος τοῦ Δονάλδου, φιλόσοφος καὶ θεόλογος καὶ διδάσκαλος ὤν, πολλάκις γράφει περὶ τοῦ τὴν Ἑλληνικὴν διδάσκειν. Ὁ γὰρ Ἰάκωβος φιλεῖ τὸν αὐτόμορφον τρόπον τοῦ πάσας τὰς γλώττας μανθάνειν. Ὁ δὲ ἐνδοξότατος διδάσκαλος ταύτης τῆς μεθόδου ἦν Ἰωάννης  Ὀιρβεργ, ὁ τὰς  βίβλους τὰς ὀνόματι ἡ Ῥωμαϊκὴ γλώσσα τε καὶ ὁ Ῥωμαῖος οἶκος οὔσας  γράψας. Ὁ δὴ μὲν Ἰάκωβος ἤρξατο μεθερμηνεύειν ταύτας τὰς βίβλους εἰς τὴν Ἑλληνικήν, οὐ δὲ ἐξουσίαν ἔχει τοῦ τό ἔργον ἐπιτελεῖν. Οἱ γὰρ νόμοι οὐκ ἐπιτρέπουσιν αὐτῷ. Διὰ τούτου ὁ Ἰάκωβος ἐμετάφρασεν ἤδη δύο κεφάλαια ἄλλου  δωρεάν  βιβλίου τινὸς κατὰ τὸν αὐτὸν τρόπον ὄντος. Εὐχομαι δέ γε τὸν Ἰάκωβον γράψοντα ὅλον τὸ βιβλίον . Ἀγαθῇ τύχῃ.

Sunday, August 17, 2014

Ἡ τῶν γλωττῶν θύρα ἀνεῳγμένη

Johan amos comenius 1592-1671.jpg
Ἰωάννης Ἀμὼς Κομένιος (͵ΑΦʹϞʹΒʹ - ͵ΑΧʹΟʹ)

Ὁ Κομένιος, ὁ ἔνδοξος Μοραβικὸς διδάσκαλος, πολλά τε καὶ καλὰ ἔγραψεν ἵνα οἱ μαθηταὶ  τὴν Ῥωμαϊκὴν μανθάνοιεν ὡς ζώσας γλώσσαν. Μεταξὺ δὲ τούτων ἔργων, Θεόδωρος Σίμων Ὅλσατος   τὴν βίβλον, τὴν ὀνόματι ἡ τῶν γλωττῶν θύρα ἀνεῳγμένη, εἰς τὴν Ἑλληνικὴν μετέφρασεν. Τύποι μέν τινες τῆς μεταφράσεως ταύτης ἐν τῷ διαδικτύῳ πάρεισιν, πάντες δὲ παλαιοὶ ὄντες τε καὶ τὰ δύσκολα τοῖς νῦν ἀνθρώποις συμπλέγματα ἔχοντες. Ἕνεκα δὲ παραδείγματος, σύμπλεγμά ἐστι τὸ γράφειν στ ὡς Ϛ. Νῦν δὲ μεγίστην χάριν ἔχωμεν τῷ Φιλίππῳ, τῷ μεταγράψαντι τὴν βίβλον ἐς τοῦτο τὸ ἀρχεῖον. Χρὴ μὴν πάντας τοὺς φιλέλληνας ἐπαινεῖν τὸν Φίλιππον ὑπὲρ τούτου τοῦ ἔργου. Ὅπου ἂν δὲ σφάλμα τι  εὑρίσκητε, ὑπόμνημα γράφετε. 


Saturday, August 9, 2014

Οἱ ἐπιτήδειοι τοῦ Λουκιανοῦ τοῦ Σαμοσατέως διάλογοι




Εὐχαριστῶ δὴ τῷ Ἰωὴλ τῷ  χρήσιμον βιβλίον τί μοι δείξαντι. Ἤδη γὰρ ᾔδειν τοὺς τοῦ Λουκιανοῦ  τοῦ Σαμοσατέως διαλόγους ἀπὸ τοῦ Ῥουσε τοῦ ἀρίστου διδασκάλου ἐπιτήδειους πεποιημένους. Ὁ γὰρ Ῥουσε πολλὰ καὶ καλὰ ἔγραψεν ἵνα τὴν τε Ἑλληνικὴν καὶ τὴν Ῥωμαϊκὴν διδάσκοι ὡς ζώσας γλώσσας. Ῥᾳδίως μὲν οἱ ἐπιτήδειοι  τοῦ Λουκιανοῦ διάλογοι εὑρίσκονται, τὰ δὲ Ἑλληνικὰ ὑπομνήματα οὔ. Διὰ τούτου ἐπαινῶ τὸν Ἰωήν, ὅς οὐ μόνον εὗρε τὰ Ἑλληνικὰ ὑπομνηματα, ἀλλὰ καὶ πᾶσιν τοῖς φιλέλλησιν ἔδωκε· κῦδός σοι, ὦ Ἰωήλ. Νῦν δὲ καὶ ἄλλον βιβλὶον χρή  με ἀναγιγνώσκειν. Μὴ οὖν ἀργὸς  ἴσθι, ὦ Βεδεῦρε.  


Ὁ Ἰωήλ



W.H.D. Rouse

Friday, July 25, 2014

Λεξικὸν χρήσιμόν τι

Ἐν τῷδε τῷ λεξικῷ ἐισιν οἱ τῶν Ἑλληνικῶν ποιητῶν λόγοι μεθερμηνευθέντες εἰς τὴν Ῥωμαϊκήν τε καὶ εἰς τὴν Βρεταννικήν. Εὑρήσεσθε δὲ ἐνθα καὶ τὴν τῶ συλλαβῶν ποσήτην, τοῦτ'ἔστι πότερον συλλαβή τις βραχεῖά ἐστιν ἢ μακρά. Ἡ δὲ τιμὴ ταύτης τῆς βίβλου ἐστὶ μόνον τρία καὶ δέκα δολλάρια.

$13

Wednesday, July 16, 2014

Περὶ τῶν λεξικῶν τοὺς νέους τε καὶ οἰκείους λόγους ἐχόντων

Χαίρετε, ὦ  φίλοι. Γέγραφα μὲν τήνδε τὴν γραφὴν πρὸ πολλῶν μηνῶν, οὔπω δὲ εὕρεκα λεξικὸν ὡς τὸ τῆς Σιγρίδεως Ἄλβερτ.


Πολλὰ μὲν λεξικὰ τοὺς νέους τε καὶ  οἰκείους λόγους ἔχοντα ἐν τῷ διαδικτύῳ πάρεστιν, ἅτινα δὲ ὠφέλιμα νομίζω. Ὁ δὲ  Ἰωάννης Κοδερχ ἔχει τόδε τὸ λεξικὸν ἐν τῷ καλῷ τόπῳ αὔτου, ὅπου τὰ νέα Ἑλληνιστὶ γεγραμμένα ἀναγιγνώσκομεν. Ὁ δὲ Ἀνδρέας Οὐίλσον τόδε τὸ λεξικὸν ἐποίησε τὸ βιβλίον τὸ ὀνόματι Ἄρειος Ποτήρ ἑλληνίσας. Ἔπειτα ὁ Λεωνίδας τοῦ Σωρένος ἔχει τόδε τὸ Ἀττικὸν λεξικὸν ἐν τῷ τόπῳ αὐτοῦ.Τέλος δὲ εὗρον τόδε τὸ λεξικὸν ὑπὸ τοῦ Ἰωάννου Βλάκι γεγραμμένου. Ἔστι δὲ καὶ ἄλλα μείω λεξικά. Ταύτα μὲν τὰ λεξικὰ καλά ἐστιν, οὐ δὲ ἀρκοῦντα. Βούλομαι γὰρ εὑρίσκειν τοιοῦτο λεξικὸν ὑπὲρ τῆς Ἑλληνικῆς γλώσσης ὥσπερ τό Imaginum Vocabularium Latinum ὑπὲρ τῆς Ῥωμαϊκῆς τὸ ἐκ Σιγρίδεως Ἄλβερτ ἐκδοθέν.
Τοῦτο γὰρ τὸ λεξικὸν τρία μέρη ἔχει. Ἐν δὲ τῷ  πρότῳ, αἱ εἰκόνες δεικνύασιν ὅ ἂν οἱ λόγοι σημαίνωσιν. Ἐν δὲ τῷ δευτέρῳ, ἕκαστος τῶν Ἑλληνικῶν λόγων ἐν πέντε ἄλλας γλώττας μεταγέγραπται.Ἐν δὲ τῷ τρίτῳ μέρει, οἱ λογοὶ ἐν τοῖς ἄλλαις γλώσσαις μετὰ τοῦ τῆς τὴν εἰκόνα ἐχούσης σελίδος ἀριθμοῦ εὑρίσκονται.
Διὰ τί οὐκ ἔστιν τοιοῦτο τὸ λεξικὸν ἐν τῇ Ἑλληνικῇ; Ἆρα δυνάμεθα μεταγφάφειν τὸ τῆς Σιγρίδεως Ἄλβερτ βιβλίον εἰς τὴν Ἑλληνικήν, ἐάν ἀρέσκῃ αὐτῇ; Τί λέγετε ὑμεῖς, ὦ ἄνθρωποι;