Wednesday, July 16, 2014

Περὶ τῶν λεξικῶν τοὺς νέους τε καὶ οἰκείους λόγους ἐχόντων

Χαίρετε, ὦ  φίλοι. Γέγραφα μὲν τήνδε τὴν γραφὴν πρὸ πολλῶν μηνῶν, οὔπω δὲ εὕρεκα λεξικὸν ὡς τὸ τῆς Σιγρίδεως Ἄλβερτ.


Πολλὰ μὲν λεξικὰ τοὺς νέους τε καὶ  οἰκείους λόγους ἔχοντα ἐν τῷ διαδικτύῳ πάρεστιν, ἅτινα δὲ ὠφέλιμα νομίζω. Ὁ δὲ  Ἰωάννης Κοδερχ ἔχει τόδε τὸ λεξικὸν ἐν τῷ καλῷ τόπῳ αὔτου, ὅπου τὰ νέα Ἑλληνιστὶ γεγραμμένα ἀναγιγνώσκομεν. Ὁ δὲ Ἀνδρέας Οὐίλσον τόδε τὸ λεξικὸν ἐποίησε τὸ βιβλίον τὸ ὀνόματι Ἄρειος Ποτήρ ἑλληνίσας. Ἔπειτα ὁ Λεωνίδας τοῦ Σωρένος ἔχει τόδε τὸ Ἀττικὸν λεξικὸν ἐν τῷ τόπῳ αὐτοῦ.Τέλος δὲ εὗρον τόδε τὸ λεξικὸν ὑπὸ τοῦ Ἰωάννου Βλάκι γεγραμμένου. Ἔστι δὲ καὶ ἄλλα μείω λεξικά. Ταύτα μὲν τὰ λεξικὰ καλά ἐστιν, οὐ δὲ ἀρκοῦντα. Βούλομαι γὰρ εὑρίσκειν τοιοῦτο λεξικὸν ὑπὲρ τῆς Ἑλληνικῆς γλώσσης ὥσπερ τό Imaginum Vocabularium Latinum ὑπὲρ τῆς Ῥωμαϊκῆς τὸ ἐκ Σιγρίδεως Ἄλβερτ ἐκδοθέν.
Τοῦτο γὰρ τὸ λεξικὸν τρία μέρη ἔχει. Ἐν δὲ τῷ  πρότῳ, αἱ εἰκόνες δεικνύασιν ὅ ἂν οἱ λόγοι σημαίνωσιν. Ἐν δὲ τῷ δευτέρῳ, ἕκαστος τῶν Ἑλληνικῶν λόγων ἐν πέντε ἄλλας γλώττας μεταγέγραπται.Ἐν δὲ τῷ τρίτῳ μέρει, οἱ λογοὶ ἐν τοῖς ἄλλαις γλώσσαις μετὰ τοῦ τῆς τὴν εἰκόνα ἐχούσης σελίδος ἀριθμοῦ εὑρίσκονται.
Διὰ τί οὐκ ἔστιν τοιοῦτο τὸ λεξικὸν ἐν τῇ Ἑλληνικῇ; Ἆρα δυνάμεθα μεταγφάφειν τὸ τῆς Σιγρίδεως Ἄλβερτ βιβλίον εἰς τὴν Ἑλληνικήν, ἐάν ἀρέσκῃ αὐτῇ; Τί λέγετε ὑμεῖς, ὦ ἄνθρωποι;

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.