Wednesday, September 10, 2014

Τετελεύτηκα τὴν ἀνάγνωσιν ῥᾳδίαν τε καὶ ἐπιτηδείαν ἐκ τῆς τοῦ Ξενοφῶντος Ἀναβάσεως

Θάλαττα, θάλαττα, βοῶσιν οἱ Ἕλληνες.
Πολλοὶ μαθηταὶ ἐν πάσῃ τῇ οἰκουμένῃ μανθάνουσιν τὴν Ἑλληνικὴν ἀναγιγνώσκοντες τὴν τοῦ Ξενοφῶντος Ἀνάβασιν.  Αὕτη μὲν ἡ βίβλος ῥᾳδίων ἐστὶ τοῖς νέοις μαθηταῖς ἢ  ἄλλαι γραφαὶ ἐν τῇ Ἀττικῇ διαλέκτῳ γεγραμμέναι, χαλεπωτέρα δὲ ὥστε τὸ μὴ τὴν ἠχωγραφὴν αὐτῆς συνιέναι. Διὰ τοῦτο ἄμεινόν ἐστι τοῖς ἀρχομένοις γε ἀκούειν τὴν ἀνάγνωσιν ῥᾳδίαν τε καὶ ἐπιτηδείαν, ἣν ἐνταῦθα εὑρήσεσθε. Τοῦτο γὰρ τὸ βίβλιον Βρεταννικοὶ διδάσκαλοι μὲν συνέλεξαν, ἐγὼ δὲ φωνῇ μεγάλῃ αὐτὸ ἀναγνοὺς, τὰς ἠχωγραφὰς ἐποίησα. Πᾶσαι δὲ αἱ ἠχωγραφαὶ καρτεροῦσιν διὰ τεττάρων ὡρῶν καὶ τεττάρων καὶ τριάκοντα λεπτῶν. Ἐλπίζω οὖν ὑμᾶς χρήσεσθαι αὐταῖς.   Εὰν δὲ σφάλματα εὑρίσκητε, παρακαλῶ γρωρίζειν με.


  Πάντα τὰ ἀρχεῖα  HTTPS Torrent 


No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.