Τὰ Ἑρμηνεύματα
Τὰ Ἑρμηνεύματα εἰσιν τέσσαρες διάλοιγοι καὶ Ῥωμαϊστὶ καὶ Ἑλληνιστὶ γεγραμμένοι ὐπὸ διδασκάλου τινὸς ἐν τῷ τρίτῳ αἰῶνι μετὰ τὴν Χριστοῦ γενετήν. Τινὲς δὲ ἐνόμιζον ἁμαρτάνοντες ὅτι ὁ Δωσίθεος ὁ γραμματικὸς ἔγραψεν αὐτά. Οἱ δὲ διάλογοι χρήσιμοί εἰσιν τοῖς μὲν μαθηταῖς
τὰ γλώττα μανθάνουσιν, τοῖς δὲ σοφοῖς τὸν τῶν πάλαι ἀνθρώπων βίον ἐπιζητοῦσιν. Ἀνέγνων δὲ φωνῇ μεγάλῃ τὰ Ἑρμηνεύματα ἠχωγραφὰς ποιήσας ἵνα καὶ χρησιμώτερα εἶεν τοῖς μαθηταῖς. Καὶ εὔχομαι κινούμενα μετὰ εἰκόνων ὑπό τινος ποιηθήσεσθαι, ἵνα ἡ τῶν λόγων σημείωσις φανερὴ ᾖ. Τίς οὖν ποιήσει τοῦτο;
Πάντα τὰ ἀρχεῖα HTTPS Torrent
|
ἥλιος ἀνέτειλεν |
No comments:
Post a Comment
Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.