
Εὐχαριστῶ δὴ τῷ Ἰωὴλ τῷ χρήσιμον βιβλίον τί μοι δείξαντι. Ἤδη γὰρ ᾔδειν τοὺς τοῦ Λουκιανοῦ τοῦ Σαμοσατέως διαλόγους ἀπὸ τοῦ Ῥουσε τοῦ ἀρίστου διδασκάλου ἐπιτήδειους πεποιημένους. Ὁ γὰρ Ῥουσε πολλὰ καὶ καλὰ ἔγραψεν ἵνα τὴν τε Ἑλληνικὴν καὶ τὴν Ῥωμαϊκὴν διδάσκοι ὡς ζώσας γλώσσας. Ῥᾳδίως μὲν οἱ ἐπιτήδειοι τοῦ Λουκιανοῦ διάλογοι εὑρίσκονται, τὰ δὲ Ἑλληνικὰ ὑπομνήματα οὔ. Διὰ τούτου ἐπαινῶ τὸν Ἰωήν, ὅς οὐ μόνον εὗρε τὰ Ἑλληνικὰ ὑπομνηματα, ἀλλὰ καὶ πᾶσιν τοῖς φιλέλλησιν ἔδωκε· κῦδός σοι, ὦ Ἰωήλ. Νῦν δὲ καὶ ἄλλον βιβλὶον χρή με ἀναγιγνώσκειν. Μὴ οὖν ἀργὸς ἴσθι, ὦ Βεδεῦρε.
No comments:
Post a Comment
Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.