Saturday, February 7, 2015

Ἄρκτου μεγάλης

TitianDianaCallistoEdinburgh
Ἡ τοῦ Λυκάονος θυγάτηρ μετὰ τῆς θεοῦ  Ἀρτέμιδός τε καὶ  τῶν νυμφῶν  ἐθήρευεν. Ἐπεὶ ὁ  Ζεὺς συνέμειξεν αὐτῇ,  συνέλαβε τέκνον. Ἡ δὲ Ἄρτεμις, εὑροῦσα αὐτὴν ἐν γαστρὶ ἔχουσαν καὶ διόπερ πολὺ ὀργισθεῖσα,  εἰς ἄρκτον ἤλλαξεν αὐτήν. 

Ἡ δὲ ταπεινὴ γυνὴ, ἄρκτος γεγονυῖα, ἔτεκεν υἱόν, ᾧ ὄνομα Ἀρκὰς ἦν. Ἡ δὲ μήτηρ καὶ ὁ υἱὸς διεχωρίσθησαν πολλὰ ἔτη. Τότε μὲν ἡ ἄρκτος παραβαίνει τὸ τοῦ Δίος ἱερόν, ὁ δὲ Ἀρκάς, φύλαξ αὐτοῦ ὤν, οὕτω διώκει αὐτήν ὥστε ἀποκτείνειν.  Μὴ τοῦτο γένοιτο,  ὁ  Ζεὺς  ἄμφω εἰς τὸν οὐρανόν μετέθηκε. 

Sidney Hall - Urania's Mirror - Ursa Major
 Ὁ τῆς μεγάλης ἄρκτου ἀστερισμός 

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων


Ταύτην ῾Ησίοδός φησι Λυκάονος θυγατέρα ἐν Ἀρκαδίᾳ οἰκεῖν, ἑλέσθαι δὲ μετὰ Ἀρτέμιδος τὴν περὶ τὰς θήρας ἀγωγὴν ἐν τοῖς ὄρεσι ποιεῖσθαι· φθαρεῖσαν δὲ ὑπὸ Διὸς ἐμμεῖναι λανθάνουσαν τὴν Θεόν· φωραθῆναι δὲ ὕστερον ἐπίτοκον ἤδη οὖσαν ὀφθεῖσαν ὑπ' αὐτῆς λουομένην· ἐφ' ᾧ ὀργισθεῖσαν τὴν Θεὸν ἀποθηριῶσαι αὐτήν· καὶ οὕτως τεκεῖν ἄρκτον γενομένην τὸν κληθέντα Ἀρκάδα· οὖσαν δ' ἐν τῷ ὄρει θηρευθῆναι ὑπὸ αἰπόλων τινῶν καὶ παραδοθῆναι μετὰ τοῦ βρέφους τῷ Λυκάονι· μετὰ χρόνον δέ τινα δόξαι εἰσελθεῖν εἰς τὸ τοῦ Διὸς ἄβατον [ἱερὸν] ἀγνοήσασαν τὸν νόμον· ὑπὸ δὲ τοῦ ἰδίου υἱοῦ διωκομένην καὶ τῶν Ἀρκάδων, καὶ ἀναιρεῖσθαι μέλλουσαν διὰ τὸν εἰρημένον νόμον, ὁ Ζεὺς διὰ τὴν συγγένειαν αὐτὴν ἐξείλετο καὶ ἐν τοῖς ἄστροις αὐτὴν ἔθηκεν· Ἂρκτον δὲ αὐτὴν ὠνόμασε διὰ τὸ συμβεβηκὸς αὐτῇ σύμπτωμα. ῎Εχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς ζ ἀμαυρούς, ἐφ' ἑκατέρων ὠτίων β, <ἐπ'> ὠμοπλατῶν λαμπρὸν α, ἐπὶ τοῦ στήθους <α, ἐπὶ τοῦ ἔμπροσθεν ποδὸς> β, ἐπὶ τῆς ῥάχεως λαμπρὸν α, <ἐπὶ τῆς κοιλίας λαμπρὸν α>, ἐπὶ σκέλεσιν ὀπισθίοις β, ἐπ' ἄκρῳ τῷ ποδὶ β, ἐπὶ τῆς κέρκου γ· τοὺς πάντας κδ.

Friday, January 30, 2015

Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Planisphæri cœleste
Τὰ ἡμισφαίρια σὺν τοῖς ἀστερισμοῖς 
Οἱ Καταστερισμοὶ  ἢ  αἱ Ἀστροθεσίαι ἐπιγραφή ἐστι βίβλῳ ἐχούσῃ τοὺς περὶ τῶν τε ἀστέρων καὶ τῶν ἀστερισμῶν μύθους, τοὺς τῶν παλαιῶν Ἑλλήνων. Αὕτη δὲ ἡ βίβλος λέγεται εἶναι ἐπιτομὴ ἐν τῷ πρώτῳ μετὰ Χριστὸν ἀιῶνι συλλεγμένη μείζους  τεύχους τινὸς  ὃ  Ἐρατοσθένης  ὁ  ἔνδοξος ἀστρονόμος  ἔγραψεν. Ἐν δὲ τοῖς μέλλουσιν μησὶν ἐπιθυμῶ φωνῇ μεγάλῃ ἀναγιγνώσκειν πᾶσαν τὴν βίβλον ἠχωγραφὰς ποιῶν. Καὶ δὴ καὶ εὑρήσομαι πίνακας ἵνα δεικνύω τοὺς περὶ τῶν ἀστέρων μύθους, γράφων ὑπομνήματά τινα.

Tuesday, January 20, 2015

Οἱ τοῦ Ποσσελίου διάλογοι ὡς ἠχωγραφαί τε καὶ βιβλίον

Εὔδαιμον νέον ἔτος εὔχομαι ὑμῖν, ὦ φίλοι. Πολὺν μὲν χρόνον ἐν τούτῳ τῷ  τῶν ἡμερῶν βιβλίῳ οὐκ ἔγραψα, ἀργὸς δ' οὐ γέγονα. Οὐ μόνον γὰρ διώρθωσα τὴν τῆς διδασκάλου Διάνης  Ἰωαννίδου  ἔκδοσιν τῶν τοῦ Ἰωάννου Ποσσελίου οἰκείων διαλόγων, ἀλλὰ φωνῇ μεγάλῃ ἀναγνοὺς καὶ τὰς ἠχωγραφὰς ἐποίησα. Νῦν οὖν δωρῶ ὑμῖν  καὶ τὴν ἔκδοσίν μου ὡς ἀρχεῖον καὶ τὰς ἠχωγραφάς. Ἐὰν δὲ παπυρικὸν βιβλίον ἐθέλητε ὥστε πλούσιον ἐμὲ ποιεῖν, λέγω δὴ γελῶν, πρίασθε τὸ βιβλίον.  Ἔρρωσθε.


Saturday, December 13, 2014

Ἡ ὑπὸ Θεόδώρου Γαζῆς γεγραμμένη παράφρασις τῆς τοῦ Ὁμήρου Ἰλιάδος

Ἡ τοῦ Ὁμήρου Ἰλιὰς κάλλιστόν τε καὶ ἐνδοξότατον ἔργον ἐστίν. Διὰ τούτου πολλαὶ δὴ αἱ τῆς Ἰλιάδος ἐκδόσεις. Αὑται δὲ αἱ ἐκδόσεις διαφέρουσιν τῶν ἄλλων ἔχουσαι τὴν τοῦ Θεοδώρου Γαζῆς παράφρασιν. Ὁ γὰρ Θεόδωρος Γαζῆς ἐβίωσε ἐν τῷ δεκάτῳ καὶ πέμπτῳ ἀιῶνι μετά Χριστόν, σοφὸς καὶ γραμματικὸς ὤν.  Μεταξὺ δὲ τῶν τοῦ Θεοδώρου γραφῶν, οὐκ ὀλίγα ἑρμηνεύματα ἐκ τῆς Ἑλληνικῆς εἰς τὴν Ῥωμαϊκὴν ὑπάρχει. Ἐγράψε δὲ ὁ Θεόδωρος Γαζῆς καὶ παράφρασίν τινα τῆς Ἰλιάδος ἐν τῇ Ἀττικῇ διαλέκτῳ.  Οἱ μὲν  τὴν τοῦ Ὁμήρου διάλεκτον εἰδότες δύνανται οὖν τὴν Ἀττικὴν μανθάνειν· οἱ δὲ τῆς Ἀττικῆς ἔμπειροι μαθόντων τὴν τοῦ Ὁμήρου γλῶτταν. Εἵλετε οὖν ἢ τὴν μέσην ἔκδοσιν ἢ τὴν μεγάλην.

 Ὁ Ὅμηρος

Ὁ Θεόδωρος Γαζῆς
Iliad with Paraphrase of Theodorus Gaza (Tome I and II)  Iliad with Paraphrase of Theodorus Gaza (Tome III and IV)
Τὸ πρῶτον καὶ τὸ δεύτερον μέρος τῆς μέσης ἐκδόσεως

Iliad with Paraphrase of Theodorus Gaza (Tome I and II)  Iliad with Paraphrase of Theodorus Gaza (Tome III and IV)
 Τὸ πρῶτον καὶ τὸ δεύτερον μέρος τῆς μεγάλης ἐκδόσεως

Thursday, November 27, 2014

Πολλαὶ ἠχωγραφαὶ παρὰ Ἀρίφρονος

Νεωστὶ εὕρηκα, ὦ φίλοι ἀναγνῶσται, ὅτι πολλαὶ ἠχωγραφαί εἰσιν ὑπὸ τοῦ  Ἀρίφρονος ποιηθεῖσαι. Οὐ μὲν οἶδα τὸ ἀληθινὸν  τοῦ Ἀρίφρονος ὄνομα, λέγω δὲ τούτον τὸν ἀνδρά. Ὁ δὲ Ἀρίφρων χρᾶται τῇ Ἀττικῇ προφορᾷ. Ἀκούσατε οὖν τὰ ἔργα αὐτοῦ ἵνα εἰωθότες γένοισθε  ἐκείνῃ τῇ μουσικῇ προφορᾷ.

Ἀρίφρων  ἦν τοῦ  ὀστρακισθέντος Ξανθίππου πατήρ
 Ὁ δὲ Ξάνθιππος  ἦν τοῦ Περικλέους πατήρ.
Ὁ δὲ Περικλῆς ἀδελφὸν  Ἀρίφρων ὀνόματι εἶχε. 
Ἀρίφρων ὁ  τῆς Σικυῶνος ποιητὴς ἦν.
Ἔγραψε γὰρ ὕμνον τὴν Ὑγιείαν θεὸν ἐπαινοῦντα.

Sunday, November 23, 2014

Ἠχωγραφαὶ τῆς τοῦ Ἰακώβου ἐπιστολῆς

Papyrus 23 James 1,15-18.jpg
Πάπυρος τὴν τοῦ Ἰακούβου ἐπιστολὴν ἔχουσα 
Ὁ Στέφανος, ἔμπειρος τῆς ζώσης Ἐλληνικῆς γλώττης ὤν, νεωστὶ ἔδωκεν ἧμιν καλὴν ἀνάγνωσιν τῆς τοῦ Ἰακούβου ἐπιστολῆς. Ἀκούσατε οὖν, ὦ φίλοι, τὰς ἠχωγραφὰς ἅς ὁ Στέφανος  οὕτως ῥᾳδίως  ἀναγιγνώσκει ὥσπερ ἂν ἐν τῇ Βρεταννικῇ ὦσιν. Διατί, ἠρώτησα τὸν Στέφανον, τὴν τοῦ Ἰακώβου ἐπιστολήν ἤρξω φωνῇ μεγάλῃ ἀναγιγνώσκειν; Ἴσως ὅτι  νῦν τέκνον Ἰάκωβος ὀνόματι ἐχεις; Ἀποκρινάμενος εἶπεν ὁ Στέφανος· πανύ γε, ἄλλ' ἀεὶ φιλῶ ταύτην τὴν ἐπιστολήν. Χάριν τοιγαροῦν ἔχωμεν τῷ Στεφάνῳ, προσδοκῶντες πολλὰς ἄλλας ἐχωγραφὰς  παρὰ αὐτοῦ.

Tuesday, November 11, 2014

Ὁ Ἀλέξανδρος· τὸ Ἑλληνικὸν παίδιον


Καινὸν βίβλον ἐπιγραφῇ Ὁ Ἀλέξανδρος· τὸ Ἑλληνικὸν παίδιον ἐδώθη ἐν τῇ  Ἱσπανίᾳ. Τοῦτο  μὲν τὸ βιβλίον ἐκ τοῦ   ὑπὸ τοῦ Ρουσε γεγραμμένου τὴν ἱστορίαν λαμβάνει, ἔχει δὲ ὑπομνήματά τε καὶ εἰκόνας τὰ τῶν λόγων σημεῖα δεικνύσας ὡς τὸ Ἰταλικὸν ἐπιγραφῇ Ἀθήναζε βιβλίον ἔχει. Ἡ μὲν τοῦ βιβλίου εἰσαγωγὴ ἐν τῇ Ἱσπανικῇ γέγραπται, ὅλον  δὲ τὸ λοιπὸν  ἐν τῇ Ἑλληνικῇ ἐστιν.Ἐὰν δέ τις τὸ βιβλίον ἀγοράσῃ, καὶ ἠχωγραφὰς ἕξει. Ἔστι καὶ βιβλίον τὰς ἀσκήσεις ἔχον. Ἐπαινῶ οὖν τὸν Μάριον Δίαζ Ἀυίλλα ὡς ὠφέλιμον καὶ καλὸν ἔργον ποιήσαντα.