Ἡ τοῦ Ὁμήρου Ἰλιὰς κάλλιστόν τε καὶ ἐνδοξότατον ἔργον ἐστίν. Διὰ τούτου πολλαὶ δὴ αἱ τῆς Ἰλιάδος ἐκδόσεις. Αὑται δὲ αἱ ἐκδόσεις διαφέρουσιν τῶν ἄλλων ἔχουσαι τὴν τοῦ Θεοδώρου Γαζῆς παράφρασιν. Ὁ γὰρ Θεόδωρος Γαζῆς ἐβίωσε ἐν τῷ δεκάτῳ καὶ πέμπτῳ ἀιῶνι μετά Χριστόν, σοφὸς καὶ γραμματικὸς ὤν. Μεταξὺ δὲ τῶν τοῦ Θεοδώρου γραφῶν, οὐκ ὀλίγα ἑρμηνεύματα ἐκ τῆς Ἑλληνικῆς εἰς τὴν Ῥωμαϊκὴν ὑπάρχει. Ἐγράψε δὲ ὁ Θεόδωρος Γαζῆς καὶ παράφρασίν τινα τῆς Ἰλιάδος ἐν τῇ Ἀττικῇ διαλέκτῳ. Οἱ μὲν τὴν τοῦ Ὁμήρου διάλεκτον εἰδότες δύνανται οὖν τὴν Ἀττικὴν μανθάνειν· οἱ δὲ τῆς Ἀττικῆς ἔμπειροι μαθόντων τὴν τοῦ Ὁμήρου γλῶτταν. Εἵλετε οὖν ἢ τὴν μέσην ἔκδοσιν ἢ τὴν μεγάλην.
|
Ὁ Ὅμηρος |
|
Ὁ Θεόδωρος Γαζῆς |
No comments:
Post a Comment
Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.